θαλαττίδιον κτῆμα παρ' αὐτοῦ εἰληφώς, ἠπειρώτιδα τούτῳ ἀντιδίδωμι διὰ διηνεκοῦς δωρεᾶς κατασκήνωσιν. ἀλλ' αἱ μὲν Καλαὶ τὸ κτῆμα τοῖς θαλαττίοις ἐπεκλύζετο ῥεύμασι, τὸ δὲ ἀντιδοθὲν ἐμφύτοις θάλλει καὶ μείζοσι χάρισιν, ἵνα δὴ καὶ τὴν εἰκόνα πληρώσωμεν τῆς ἀπὸ τῶν λείων κατόπτρων ἀνταυγείας τῶν ἀκτίνων καὶ ἀντιλάμψεως. ἡ μὲν οὖν βασιλεία μου τὰς Καλάς, ὡς εἴρηται, εἰλήφει τὸ κτῆμα, ὁ δὲ δύο ἀντειλήφει εἰς ἓν ἁρμοσθέντα, τό τε περιβόητον κτῆμα, ὃ Κυκλόβιον προσηγόρευται, ἀνὰ στόμα τε πᾶσι κείμενον, καὶ τῇ τῶν Στουδίων μονῇ οἷον ἀφαίρεμα πάλαι ἱερατικὸν δόξαν, καὶ ἀφιέρωμα θεῖον καὶ ἀναθημάτων τὸ κάλλιστον, καὶ τὸν ἅγιον Στέφανον· κτῆμα δὲ καὶ τοῦτο πάγκαλον δένδρεσί τε εὐσκίοις κομῶν καὶ πηγαῖς καταρδόμενον καὶ πρὸς θάλασσαν νενευκός. καὶ εἶχε μὲν οὕτως ἡμῖν τὰ σύμβολα. καὶ ἡ βασίλειος θάλασσα πληροῦται οὕτως ἀεὶ καὶ ἐκχεῖται καὶ μένει ἀμειαγώγητος. Ἐνταῦθα δὲ τοῦ χρυσοβούλλου λόγου γενόμενος, προσθήσω τι καὶ τῶν ἐμῶν ἐμφύτων ἰδιωμάτων. λόγου γὰρ θηρώμενος ἐξ ἀρχῆς κάλλεσί τε καὶ ὡραιότησι καὶ νοεραῖς θεωρίαις γανύμενός τε καὶ ἐπαιρόμενος, τῶν ἄλλων χαρίτων καταφρονῶ καὶ οὔτε με φῶτα τέρπει σωματικὰ οὔτε κάλλη ἠρινοῖς ἐπίσης ἄνθεσι ῥέοντα. ἔνθεν τοι τῷ δρουγγαρίῳ ἐρασθέντι πάλιν τοῦ τῶν Καλῶν κτήματος σφόδρα σφοδρῶς, ὡς ἂν εἴποι τις, ἀποπληροῖ αὐτῷ τὸν πολὺν ἔρωτα <ἡ βασιλεία μου> καὶ δίδωσι τῷ ἐραστῇ τὸ ἐρώμενον, ὥσπερ ἐράσμια τούτῳ διδοὺς παιδικά, οὐ τὴν προτέραν κοινωνίαν ἀνταναλύων οὐδὲ τὸ παλαιὸν διαλύων συνάλλαγμα οὐδὲ ἀντιδόσεις κτημάτων ποιούμενος οὐδὲ τὸν ἅγιον ἀπαιτῶν Στέφανον ἢ τοῦ Κυκλοβίου ἀντιδραττόμενος οὐδὲ τὸν ἐπ' ἐκείνοις χαραττόμενον παραγραμματίζων χρυσόβουλλον λόγου, ἀλλ' ἐπισυνάπτων τοῖς προειρημένοις κτήμασι τούτῳ κατὰ ἀντίδοσιν τὸ νῦν ἀντιδόσεως ἄνευ διδόμενον. Ἀλλ' ὅ γε δρουγγάριος αἰδοῖ κατεκαλύφθη τὸ πρόσωπον ἐπὶ τῇ τοιαύτῃ φιλοτιμίᾳ, καὶ ἐρύθημα τῶν παρειῶν ἐξηνθήκει, εἰδὼς μάλιστα καὶ διακριβωσάμενος ὁπόσας ἐποιήσατο ἡ βασιλεία μου ἐπὶ τῷ κτήματι τῶν Καλῶν στερροτέρας οἰκοδομὰς καὶ οἵας προσέθετο χάριτας, πλέον ἢ πεντήκοντα πρός τοῖς ἑκατὸν λίτρας ἐπὶ τῇ αὐξήσει καταβαλλομένη τοῦ κτήματος. ὥσπερ οὖν ὑφαιρεῖσθαι δοκῶν ἢ εὐεργετεῖσθαι, εἰ μὴ ταῦτα προσλάβοι ἡ βασιλεία μου, ἐξελιπάρει, προσεκαλινδεῖτο τῇ γῇ λαβεῖν τινα τὸ κράτος ἡμῶν βραχεῖαν μερίδα καὶ οἷόν τινα εὐγνωμοσύνης ἀποδασμόν, δωρούμενον τούτῳ τὸ πολλαπλάσιον, ἵν' ἔχοι τὸ προσφερόμενον οὐ τιμὴν κτήματος, ἀλλὰ τιμὴν ἐντάφιον ἢ ἀίδιον καὶ συνεισφορὰν πρὸς ἅγιον καὶ θεοπρεπὲς τέμενος. ἐπεκλάσθη γοῦν τοῖς λόγοις τούτοις ἡ βασιλεία μου καὶ λίτρας εἴκοσι πρὸς τοῖς ἑκατὸν εἰληφυῖα, οὐχ ὡς τιμὴν ὠνίου πράγματος, ἀλλ' ὡς τιμὴν τῷ ὄντι καὶ δόξαν μεγαλοπρεπεστάτην ψυχῆς, τὸ λοιπὸν αὐτῷ παρῆκε πολύχρυσον τίμημα. ἔνθεν τοι καὶ δωρεὰ σαφὴς καὶ οὐ συνᾶλλαγμα ἡ προκειμένη ὑπόθεσις οὐδὲ ἐξώνησις καὶ ἀντίδοσις, ἀλλὰ χάρις ἀληθινή. διὸ γοῦν ἐν ταὐτῷ συνεληλύθει βασιλική τε μεγαλοπρέπεια καὶ ὑπηκόου εὐγνωμοσύνη χαρίεσσα· ὅ τε γὰρ διδοὺς ἐγὼ βασιλεὺς ὅλου προῖκα παρείκω τῷ δρουγγαρίῳ τοῦ κτήματος, ὅ τε λαμβάνων δρουγγάριος πλεῖον ἢ αὐτὸς εἰλήφει προσετίθει τῆς αἰδοῦς ἕνεκα, καὶ ἡρυθρία ἀπείροις πλεονεκτούμενος χάρισιν. Εἴτε γοῦν δωρεάν τις τὸ δεδομένον λογίζοιτο, ἔχοι τι προσβοηθοῦν ταύτῃ, τὴν βραχεῖαν ἀντίδοσιν, εἴτε ἐξώνησιν νομίζοι, ἡ πρὸς ταύτην δωρεὰ προσθήκη τις γενναία, ἑδράζουσα τὸ οἷον συνάλλαγμα. καὶ ὁποτέρως ἂν ἑκάστῳ τῶν ἀκροωμένων τὸ πρᾶγμα λογίζοιτο, ἔχοι τὸ εὔλογον τῷ ἀνδρί. ἡ δι' ἐξωνήσεως δωρεά, ἡ διὰ δωρεᾶς ἐξώνησις, ἡ δωρεὰ σαφής, ἡ ἐξώνησις καθαρά. καὶ ἕξει τὴν δεσποτείαν τοῦ κτήματος τῶν Καλῶν ὁ δρουγγάριος ἑκατέρωθεν ἢ ἀμφοτέρωθεν βεβαίαν, ἑδραίαν, ἀκλόνητον, ἀστασίαστον, ἐπὶ πᾶσι