τῆς κεφαλῆς πνευμάτων καὶ κοιλιῶν σύντριμμα τῶν ἐμπροσθίων. Τὴν ἐπιληψίαν δὲ τοιαύτην μάθε. τοῦ σώματος πέφυκεν ἀθρόον κλόνος, σπασμός, πάθους σύμπτωμα δεινὸν ἐκτόπως, τὰς κρείττονας βλάπτουσα πάσας δυνάμεις. διττὴν δὲ τούτου τοῦ πάθους τὴν οὐσίαν ἰατρικοὶ λέγουσιν ἔντεχνοι λόγοι· ἢ φλέγμα δεινὸν ἢ χολὴν μελαντέραν τὸν ἐγκέφαλον, τὰς ἐν αὐτῷ κοιλίας πιλοῦσαν ἢ φράττουσαν ἐμφύτῳ βάρει. θώραξ τε πάσχων, πολλάκις καὶ κοιλία, καὶ χεὶρ κακῶς ἔχουσα, καὶ μήτρα πλέον, κύτος τε γαστρός, χεῖρες αὖθις καὶ πόδες, καὶ δάκτυλός τις ἢ μέρος τῶν δακτύλων τὸ δεινὸν εἰργάσαντο τοῦ κακοῦ πάθους, ψυχρὰς ἀναβλύσαντος αὔρας ἐκ βάθους καὶ τὴν κάραν πλήξαντος ἰώδει βέλει. γνώσῃ δὲ τοῦτο καὶ προγνώσῃ πανσόφως δυσθυμίαν ἄγνωστον εἴς τινα βλέπων ψυχῆς τε δεινὴν ἀπροαιρέτως τάσιν, ὠχρὸν πρόσωπον, γλῶτταν ἡνίας ἄνευ, ὕπνον ταράκτην, συμφορὰς ὀνειράτων. κἂν μὴ πρὸς αὐτὰ φαρμάκοις χρήσαιό μοι, ἴδοις ἂν αὐτὴν τὴν σκότωσιν αὐτίκα. Μελάγχολον δὲ καὶ μανιῶδες πάθος παρατροπὴ πέφυκε πυρετοῦ δίχα· ἢ τῆς κεφαλῆς συμπαθῶς κλονουμένης ἢ συμπαθούσης τοῖς πεπονθόσι τόποις, ἢ τοῦ στομάχου τῷ πάθει βεβλημένου τῶν ὑποχονδρίων τε συμπεπονθότων, ἀνερρύη κάτωθεν αὖρα πικρίας τὸν ἐγκέφαλον συνθολοῦσα ποικίλως. σημεῖα τούτῳ δειλία, δυσθυμία, γέλως ἄτακτος, εἶτα πένθος ἀθρόον, ἀπεψία, κίνησις ὀξυρεγμίας, προγνώσεως οἴησις, ἔμφοβος τρόμος, πάθη πολυστένακτα, μισανθρωπία, ἐνθουσιασμός, συμφορῶν ἀναπλάσεις. ∆εινὸν πάθος πέφυκεν ὁ πνιγαλίων, ὃν ἐφιάλτην ὠνόμασαν οἱ πάλαι, ἐφάλλεται γὰρ ἐξ ἀπέπτου γαστέρος εἰς τὴν κεφαλὴν οἷα καπνώδης φύσις. νυκτὸς δὲ μᾶλλον γίνεταί πως ἡ πάθη. καὶ συμπεσόντος ἐξαπίνης τοῦ πάθους ναρκῶν ὁ πάσχων δείκνυται νάρκην ξένην· νοῶν γὰρ ὡς πέπονθεν, οὐ σθένει λέγειν, ἀλλ' οἴεται μὲν καὶ κινεῖσθαι καὶ λέγειν, μένει δὲ ναρκῶν τῇ κλίνῃ βεβλημένος· δοκεῖ δὲ καὶ βάσταγμα δύσφορον φέρειν, φαντάζεται δὲ τοῦτο πολλάκις βλέπειν, ὁρᾷ δὲ μηδὲν ὧν δοκεῖ σάφ' εἰδέναι. κἂν μή τις ἰάσαιτο τοῦτον φαρμάκῳ, δεινῇ πεσεῖται συμφορᾷ νοσημάτων. Μελάγχολόν τι πρᾶγμα λυκανθρωπία· ἔστι γὰρ αὐτόχρημα μισανθρωπία, καὶ γνωριεῖς ἄνθρωπον εἰσπεπτωκότα ὁρῶν περιτρέχοντα νυκτὸς τοὺς τάφους, ὠχρόν, κατηφῆ, ξηρόν, ἠμελημένον. Τὴν ἀποπληξίαν δὲ χείρονα φρόνει παθῶν ἁπάντων, ὡς νεκροῦσαν αὐτίκα. ἔμφραξις αὕτη καὶ πίλησις ἀθρόα τῶν ἐγκεφάλου κοιλιῶν τῶν μειζόνων, ὧν ἐμφραγεισῶν πᾶσα σώματος φύσις αἰσθήσεως ἄμοιρός ἐστιν αὐτίκα· μέρους δ' ἐν αὐτῷ τὴν πάθην δεδεγμένου ἐξ ἡμισείας τοῖς παθοῦσιν ἡ βλάβη· τοῦ δ' αὖ γε νώτου τὸ βλάβος πεπονθότος τὰ τοῦ προσώπου συμβλαβήσεται κάτω, ὁ δ' ἐγκέφαλος τὴν κάκωσιν οὐ πάθοι. Μυῶν ῥαχιτῶν συνταθέντων ἀθρόον τετανικὸν πάθημα τὴν τάσιν λέγει· ψυχροῦ χυμοῦ γέννημα δ' ἐστὶν ἡ πάθη. ἀλλ' εἰ μὲν εἰς τοὔμπροσθέν ἐστιν ἡ τάσις, ἐμπρόσθιον λέγουσι τὴν βλάβην τόνον, ὀπίσθιον δ' αὖ, εἴπερ ἦν ὀπισθία· ἰσόρροπος γὰρ εἴπερ ἐστὶν ἡ βλάβη, ἀσύνθετος τέτανός ἐστιν ἡ νόσος. Τρόμον κατεργάσαιτο καὶ ψυχρὰ πόσις καὶ γῆρας αὐτὸ καὶ ψυχρὰ δυσκρασία χυμός τε γλίσχρος καὶ φόβος καὶ ψυχρότης. Ἡ μὲν τάραξις ὑγρότης τῶν ὀμμάτων καὶ θερμότης σύμμικτος ἔκ τινος πάθους ἔξωθεν εἰσρέοντος εἰς τὴν οὐσίαν· ὀφθαλμία γὰρ ἡ τάραξις τυγχάνει. Χήμων δέ ἐστι τῶν βλεφάρων ἡ τάσις, ὡς μὴ καλύπτειν τοὺς κύκλους τῶν ὀμμάτων. Τὸ τῶν φλεβῶν δὲ ῥῆγμα τοῦ προσκειμένου πέφυκεν ὑπόσφαγμα, πληγῶν ὂν τόκος. Τὸ δ' ἐμφύσημα τῆς βλεφάρων οὐσίας ὄγκωσίς ἐστιν. ἡ δὲ ψωροφθαλμία κνησμός τις ἡδὺς ἐκ νίτρων καὶ φλεγμάτων. Ἡ σκληροφθαλμία δὲ δυσκινησία ὑγρασίας ἄνευθεν αὐτῶν ὀμμάτων· ἡ ξηροφθαλμία δὲ κνησμώδης πόνος. Τὸ δ' ἐκτρόπιον ὄγκος ἐστὶ σαρκίου ἐπηρεάζον τοῦ βλεφάρου τὴν φύσιν. Τὸ δὲ τράχωμα τοῦ βλεφάρου τραχύτης· σύκωσις ἡ σύντασις