15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
νοῦς παρακολουθεῖν δύναται, ὡς δύνασθαι νοεῖν ὅτι τοῖς ὑπὲρ φύσιν προσομιλεῖ, πότε δὲ ὅλον τὸ τῆς ψυχῆς ὄχημα, ὁ ἄνθρωπος, ἐκπυρούμενος πάντῃ ἑαυτοῦ ἐπιλέλησται· ἐπεὶ δὲ βυθὸς οὗτος ἕτερος νοημάτων καὶ πολὺς ὁ περὶ τούτου λόγος, εἰς ἕτερον ἀναμεινάτω καιρὸν ἡ ὑπόθεσις.
28 [μϛʹ.] εἰς τὸ «ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας»
Πρὸς τὸν Ναθαναὴλ τεθαυμακότα ὅτιπερ αὐτὸν ἑωράκει ὁ κύριος «ὑπὸ τὴν συκῆν ἑστῶτα» εἰρηκὼς τὸ καὶ «μείζονα τούτων ὄψει», ἐπιμαρτυ ρόμενος τῷ λόγῳ τὸ ἀληθές, φησίν, «ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». ζητεῖται δέ, οἷα εἰκός, τί μὲν τὸ ἀνεῳγέναι τὸν οὐρανόν, τί δὲ ἡ τῶν ἀγγέλων ἄνοδός τε καὶ κάθοδος, καὶ διὰ τί τὸ ἀνιέναι τοῦ κατιέναι προτέθειται· δέον γὰρ αὐτοὺς ἐν οὐρανῷ ἢ ὑπὲρ τὸν οὐρανὸν ὄντας, δεῆσαν κατὰ βάθος κινεῖσθαι, κατιέναι πρῶτον ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, εἶτ' αὖθις ἀνιέναι. πρὸ δὲ τούτων καὶ τοῦτο ζητήσεως ἔχεται· πῶς μὴ καταβάντος τοῦ κυρίου εὐθὺς ὁ οὐρανὸς ἀνέῳγεν, ἀλλ' «ἀπ' ἄρτι» φησίν «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα»; Προχειρισάμενοι γοῦν τὸ τελευταῖον ἐρώτημα, πρῶτον ποιήσωμεν ἐν ταῖς λύσεσιν. ἁμαρτήσασι πάλαι ἡμῖν ἀπετειχίσθη ὥσπερ τῷ οὐρανῷ ὁ διὰ τοῦ υἱοῦ ποιήσας ἡμᾶς πατήρ. τοῦτο γοῦν ἐστιν ὁ παρὰ τῇ γραφῇ ὠνομασμένος «φραγμὸς» καὶ τὸ θρυλλούμενον ἐν ταύτῃ «μεσότοιχον»· δι' ὅλου γοῦν ἡμῖν ὁ τοῖχος ἐμπέφρακται, καὶ οὐδεμία τις ἦν ἡμῖν διὰ τούτου πρὸς τὸν πατέρα εἴσοδός τε καὶ ἄνοδος. ἀνελεῖν οὖν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», ὁ τῆς ἡμετέρας φύσεως δημιουργός, τὴν καθ' ἡμῶν τοῦ πατρὸς βουληθεὶς ἀπέχθειαν καὶ τὸ διατείχισμα ἀφελεῖν, «κλίνας τοὺς οὐρανοὺς καταβέβηκε», καὶ τὴν ἡμετέραν φύσιν προσειληφώς, εὐθὺς μὲν ἀπεθέωσεν, οὐ μὴν καὶ τῆς ἀθανασίας μετέδωκεν. ἔδει γὰρ τὴν μὲν θέωσιν διὰ τῆς ἑνώσεως, τὴν δὲ ἀθανασίαν διὰ τῆς ἀναστάσεως παρασχεῖν, ὥστε τρόπον τινὰ οὐκ εὐθὺς κατηλλάγημεν τῷ πατρὶ διὰ τοῦ μεσιτεύσαν τος ἐκείνῳ τε καὶ ἡμῖν· ἔδει δὲ τῆς τελείας καταλλαγῆς τεύξασθαι, ἐπειδὰν πρὸς τῷ θανεῖν ὁ κύριος γεγονὼς τὴν ὑπὲρ ἡμῶν ἱκετηρίαν τῷ γεννήτορι προσαγάγοι, ἵνα ὅπου ἐκεῖνος ᾖ καὶ ἡμεῖς ὦμεν· τὸ τηνικαῦτα γὰρ τῆς ἔχθρας ἀναιρεθείσης καὶ τῆς καταλλαγῆς ἀντεισαχθείσης, ἀνοιχθήσεται μὲν ὁ οὐρανός, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. ἐπεὶ οὖν, ὅτε τῷ Ναθαναὴλ ὡμίλει ὁ κύριος, ἐγγὺς ἦν ὁ τοῦ θανάτου καιρός. «ἀπ' ἄρτι» φησίν «ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότας»· οὔπω γὰρ τελείας καταλλαγῆς τετυχήκατε, ἤδη δέ που προσελαύνει καιρός, καθ' ὃν ἐγὼ μὲν ἀπαιωρηθήσομαι τῷ σταυρῷ, ἀφαιρεθήσεται δὲ τὸ μεσότοιχον, καὶ διανοιγήσονται μὲν οἱ οὐρανοί, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι τοῦ θεοῦ ἐπ' ἐμέ. Αὕτη μὲν πρώτη λύσις τοῦ τελευταίου διαπορήματος. ζητεῖται οὖν καὶ τίς τῶν οὐρανῶν πέφυκεν ἡ διάνοιξις. οὐ γάρ που ῥαγῆναι τὴν τούτων σύμπτυξιν ὁ λόγος κατεπαγγέλλεται, οὐδὲ εἰς τμήματα κύκλων γενέσθαι τὴν τῆς σφαίρας ὁλότητα, ἀλλ' ἐπειδὴ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν ὑπὲρ κεφαλῆς μὲν ἡμῖν ὁ οὐρανὸς δοκεῖ, τούτου δὲ ἐπέκεινα ὁ θεός, οὐκ ἔστι δὲ ἄλλως ἐκεῖσε διαβῆναι, μὴ διαιρεθέντος τοῦ οὐρανοῦ (πῶς γὰρ ἂν διὰ στεγανοῦ διελευσώμεθα σώματος;), τοῦτον τὸν λόγον ἐπήνεγκεν, ἐπεί τοί γε κατὰ τὸν ἀληθῆ λόγον διάνοιξιν οὐρανοῦ οἰητέον τὴν ἀνεμπόδι στον πρὸς θεὸν ἄνοδον, ἣν δὴ ὁ καταλλάξας ἡμᾶς τῷ θεῷ πάλαι καθαι ρεθεῖσαν