1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

65

ἐξάγει. οἶδα δέ, ὅτι ταῦτά μου λέγοντος οὐκ ἐπὶ πολὺ παρέτεινεν, ἀλλὰ συντόμως τὴν περὶ ἐμοῦ κρίσιν ἐξέφερεν. λέγει δὲ ὁ φιλόθεος Ἰὼβ ἑαυτῷ τε θαρρῶν καὶ τῇ θείᾳ δικαιοκρισίᾳ καὶ τοὺς φίλους διελέγχων ὡς οὐχ ὑγιεῖς τὰς περὶ αὐτοῦ ποιοῦντας δόξας. 23, 89 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα; ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 3 σαφέστερον τῶν ῥητῶν τὴν δύναμιν ἑρμηνεύων ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἰ_δ_ο_ὺ_ _ἐ_ὰ_ν_ _π_ρ_ο_έ_ρ_χ_ω_μ_α_ι_ _α_ὐ_τ_ό_ν_,_ _ἀ_φ_α_ν_ή_ς_ _ἐ_σ_τ_ι_ν_,_ _κ_ἂ_ν_ _ἀ_κ_ο_λ_ο_υ_θ_ῶ_,_ οὐκ αἰσθήσομαι. ὁ δὲ νοῦς οὗτος· ἡδέως μέν, φησίν, ὑπὸ τοῖς θείοις ὀφθαλμοῖς ἔχω κριθῆναι τὰ κατ' ἐμέ, ἀλλὰ τί πάθω; ἀόρατός ἐστι τὴν φύσιν ὁ θεός. ἐν τοῖς ὄπισθεν αὐτὸν ἐπιζητήσω, ἀφανής ἐστιν· ἔμπροσθέν μου τυγχάνει, οὐκ αἰσθάνομαι· εἰς εὐώνυμα τραπέντος ἐπιλαβέσθαι ἀμηχάνως ἔχω· ἐκ δεξιῶν γεγενημένον παντελῶς οὐχ ὁρῶ. ταῦτα δὲ ἔφη οὐχ ὡς σωματικῶς ἢ μεταβατικῶς τοὺς τόπους τοῦ θεοῦ περινοστοῦντος, ἀλλὰ δεῖξαι θέλων, ὡς πανταχοῦ μὲν ὁ θεὸς πάρεστιν, ἡμῖν δὲ ἀνέφικτος καὶ ἀόρατος τυγχάνει καὶ ἀκατάληπτος. τὸ δὲ οὐκέτι εἰμί, τουτέστιν· ἐὰν ἐπὶ πλεῖον ἐπεκτείνω τὴν ἔρευναν, ἔξω ἐμαυτοῦ γίνομαι καὶ ἐν σκοτοδινίᾳ λογισμῶν ζητῶν καταλαβεῖν τὸν ἀκατάληπτον. 23, 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ θαρρῶ τὸ κρίνεσθαι, ὅτι καὶ πρὸ τῶν ἐμῶν λόγων τὰς ἐμὰς ἐπίσταται πράξεις, καὶ εἰ ἔκρινε τὰ κατ' ἐμέ, ἀπέφηνεν ἄν με ἴσα καὶ χρυσίῳ καθαρόν. 23, 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλινῶ. 4 ὥδευσα γάρ, φησίν, διὰ τῶν ἐντολῶν αὐτοῦ καὶ τοὺς αὐτοῦ νόμους ἐφύλαξα. ἐντολὰς δὲ λέγει οὐ τὰς ἀκουστὰς καὶ ἐγγραμμάτους πρὸ νόμου γὰρ ἐτύγχανεν, ἀλλὰ τὰς τῇ φύσει συνεσπαρμένας, τὰς κατὰ διάνοιαν ὑπὸ θεοῦ λαλουμένας. τὸ δὲ οὐ μὴ ἐκκλινῶ θαυμασίαν ἔχει διάνοιαν· κἂν γὰρ μυρία πάθω, φησίν, οὐ παρατραπήσομαι τῆς εὐθείας ὁδοῦ, ὅμοιον τῷ λέγοντι· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία ἢ διωγμός; καὶ ἐπάγει· 23, 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω. οὐ μὴ ἐκκλινῶ ἀπὸ ἐνταλμάτων αὐτοῦ οὐδὲ ὑπερβήσομαι τὰ θεῷ δοκοῦντα. 23, 12 ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. ἐν κόλπῳ· ἐν ἀναπαύσει, οὐ διὰ ἀνάγκην, ἀλλὰ τῇ θείᾳ ἀγάπῃ τὸ θεῖον ἐκπληρῶν {μου} βούλευμα. δύναται δὲ καὶ τὸ ἐν κόλπῳ νοεῖσθαι· ἐν τῷ βάθει τῆς διανοίας. καὶ ἄλλως δέ, ἐπειδὴ τὸ ἡνωμένον ὁ κόλπος σημαίνει, ἵνα εἴπῃ ὅτι· ὡς συναναπεπλασμένος καὶ πεποιωμένος ταῖς θείαις ἐντολαῖς, οὕτως αὐτὰς ἐνεκολπωσάμην καὶ περιχαρῶς ἐξετέλεσα. 23, 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 5 ἃ μὲν οὖν ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστιν. κρατείτω δὲ ὅμως τὸ θεῷ δοκοῦν καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. 23, 15 διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. διὰ τοῦτο, φησίν, ἐθροήθην οὐκ εἰδὼς τὴν αἰτίαν τῆς πληγῆς, πλὴν καὶ ἐλεγχόμενος εὐχαρίστως ἤνεγκα καὶ διὰ φροντίδος ἔχω, μηδὲν περὶ αὐτοῦ παλίμφημον ἐννοεῖν. 23, 15α ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδάσω, κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. ταῦτα δὲ κατ' ἐμαυτὸν ἐννοῶν θορυβοῦμαι, ταῦτα κατανοῶν πτοοῦμαι, οὐδὲν μὲν ἐμαυτῷ συνειδώς, ἐννοῶν δέ, ὅτι θεὸς ὁ τιμωρούμενος, τὴν δὲ αἰτίαν τῆς κακώσεως οὐκ ἐπιστάμενος. 23, 1617 κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψέ με γνόφος. ποιεῖ δέ μου τὴν ἀγωνίαν καὶ ἐκλύει τοὺς τόνους τῆς ψυχῆς μου ἡ θεία καὶ ἀδοκήτως ἐπενεχθεῖσα τιμωρία. σκότος δὲ καὶ γνόφον πρὸ προσώπου λέγει τὸ τῶν συμφορῶν ἀδιεξόδευτον. ὡς γὰρ πρὸ ὀφθαλμῶν, φησίν, ἀορασίας οὔσης ὑπερβαίνειν οὐκ ἔχω τὰ δεινά. 24, 14 διὰ τί δὲ κύριον ἔλαθον ὧραι, ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν.