μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἡ κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· «Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ «τοῦ ἤρθη»· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς 28.19.168 θάνατον. οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ 28.19.169 διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο. καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ "7λαοῦ"7 λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ 28.19.170 "7ἔθνους"7 εἰς τοὺς λοιπούς. ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ' ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται. 28.20.171 Ἑξῆς τούτῳ ἐστὶν τὸ «Τοῦτο ἀφ' ἑαυτοῦ οὐκ εἶπεν». ἐφ' οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ' ἑαυτῶν λέγομεν, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λέγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγό μενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυ 28.20.172 τοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν. ἐνδέχεται δὲ παρα κολουθοῦντας ἡμᾶς ἑαυτοῖς ᾗ λέγομεν, μὴ παρακολουθεῖν τῷ βου λήματι τῶν λεγομένων· ὥσπερ νῦν Καϊάφας ὁ ἀρχιερεὺς καὶ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ 28.20.173 ἐδέχετο. καὶ παρὰ Παύλῳ δὲ νομοδιδάσκαλοί τινές εἰσιν «μὴ νοοῦν 28.20.174 «τες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται». ἀλλ' οὐχ ὁ σοφὸς τοιοῦτος, περὶ οὗ φησὶν ἐν Παροιμίαις ὁ Σολομῶν· «Σοφὸς «νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύ 28.20.175 «νην». δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προ φητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εἶναι αὐτὸν ἀρχιερέα τοῦ ἐνιαυτοῦ ἐκείνου, <ᾧ> ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται· ὄντων γὰρ καὶ ἄλλων ἀρ χιερέων, ὡς δῆλον ἐξ ὧν προπαρεθέμεθα, οὐδεὶς προφητεύει ἢ ὁ 28.20.176 τοῦ ἐνιαυτοῦ ᾧ ἔμελλεν πάσχειν ὁ Ἰησοῦς ἀρχιερεύς. περίστασις δὲ προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν ∆αβίδ, καὶ αὐτὸν τὸν Σαούλ· οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν ∆αβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγρα 28.20.177 πται. ἀλλὰ καὶ Βαλαὰμ οὐκ ἂν ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τὸ «Ἐκ Μεσοποταμίας μετεπέμψατό με» καὶ τὰ ἑξῆς· μὴ ἰδὼν τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα· καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέ πων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ. 28.21.178 Ἔμελλε τοίνυν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, ὅπερ ἕτερον ἦν τῶν διεσκορπισμένων τέκνων θεοῦ, ὡς δῆλον ἐκ τοῦ «Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' «ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν». 28.21.179 τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν. περὶ τούτων δὴ οἱ μὲν τὰς φύσεις εἰσάγοντες τοὺς κατ' αὐτοὺς πνευματικοὺς φήσουσιν εἶναι τὰ τέκνα τοῦ θεοῦ, πνευ ματικῶς οὐκ ἀνακρίναντες πάντα· τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι «Ὁ πνευματικὸς ἀνακρίνει 28.21.180 «πάντα, καὶ ὑπ' οὐδενὸς ἀνακρίνεται». τούτῳ δὲ ἀκολουθεῖ τὸν μὴ ἀνακρίνοντα πάντα μὴ εἶναι πνευματικόν, ἢ μηδέπω εἶναι πνευματι 28.21.181 κόν. ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ ὁ πνευματικὸς ὑπ' οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, ἢ οὐκ ἔστιν πω πνευ 28.21.182 ματικός. μήποτ' οὖν βέλτιον λέγειν ὅτι γίνεταί τις πνευματικός, 28.21.183 οὐ πρότερον ὤν, ὅστις ἤδη καὶ κυρίως ἐστὶν υἱὸς θεοῦ. τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσά γοντας τὰς φύσεις "7πνευματικοί"7, ὥρα σκοπεῖν· καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρ χας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας· ὡς γὰρ ὑπαρχόντων τῶν ἰσχυόντων καὶ μηδὲ