αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλό τητος τῶν ἀνδρῶν τοιαῦτα πταίσ ματα συμβαίνει <ἐ>ν γυναιξίν. ἀλλ' εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιού τοις συμπτώμασιν, ἐπιμελῶς ζητή σας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ <ὁ> ἀποστερῶν δὲ ἀπὸ τῆς γυναι κὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κἂν φαντασίᾳ πλείονος σεμνότητος καὶ σωφροσύνης τὸ τοι οῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ' ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείας, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρ τημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει. 14.25 Μετὰ δὲ ταῦτα κατανοή σαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναται γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο <ἀνεχόμενον> ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀν εχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φασὶν αὐτῷ, <ὡς> ἐπὶ εὐ χερέστερον τὴν ἀγαμίαν καταφεύ γοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναι κός, οὐ συμφέρει γαμῆσαι. πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ' εὐχῶν <πολλῶν> ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. εἶτ' ἐπεί τινες συκοφαντοῦσι τὸ οἷς δέδοται, ὡς ἐχόντων ἀπο λογίαν τῶν βουληθέντων μὲν καθα ρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπι λαμβανόμεθα μὲν τοῦ ἀλλ' οἷς δέδοται, οὐκέτι δὲ προσέχομεν τῷ «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ τῷ ἐπιφερομένῳ αὐτῷ «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει»; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν», καὶ <λήψεται> μὴ ἀμφιβάλλων περὶ τοῦ «πᾶς ὁ αἰτῶν λαμβάνει». ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ᾐτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει». τίς οὖν ὁ αἰτῶν ἢ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· «ἐὰν στήκητε προσευχόμενοι», «πι στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε»; χρὴ δὲ τὸν αἰτοῦντα ποιεῖν πάντα τὰ παρ' αὐτῷ, ἵνα προσεύχηται «πνεύματι», προσεύχηται «δὲ καὶ τῷ νοΐ», καὶ <τοῦ> «ἀδιαλείπτως προσεύχεσθε» μεμνημένον καὶ τοῦ «ἔλεγε δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· κριτής τις ἦν ἔν τινι πόλει» καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει», καὶ τὸ «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει <αὐτῷ> ὅσων χρῄζει»· ἐπιφέρει γοῦν· «κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ τὰ ἑξῆς. ἔτι προτρεπτικὸν διὰ τὸ οὐ πάν τες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως τοῦ λαβεῖν καὶ τὸ «τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;» καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς τοῖς «ἐξ ὅλης ψυχῆς» καὶ μετὰ πίστεως καὶ «ἀδιαλείπτως» ἐν προσ ευχαῖς αἰτοῦσιν αὐτόν. 15.t Τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν Ὠρι γένους τόμος ιεʹ. 15.1 Εἰσὶ γὰρ εὐνοῦχοι οἵτι νες ἐκ κοιλίας μητρὸς ἐγεν νήθησαν οὕτως ἕως τοῦ ὁ δυνάμενος χωρεῖν χωρείτω (19, 12). ∆ύο ἐσομένας περὶ τὸν τόπον τοῦτον παρεκδοχὰς πρὸ τῆς φαινο μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα τρέψαντες αὐτάς, ἵν' ὅσον ἐπὶ τοῖς λεχθησομένοις πᾶν σφάλμα φυλαξά μενοι τὸ ἀληθὲς