συνετῷ τῷ φρονήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον σήμερον δὲ τύραννον ἔφη "ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν εὐεργέτην ἡγοῦμαι, τὸν ὑψώσαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δὲ ἐμαῖς ἁμαρτίαις τὴν κωθαίρισιν ἐμαυτῇ προσάπτω. ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. οὐ μὴ δὲ ἀγνοῇς τὰς κατὰ σοῦ μηνυθείσας μοι ἐπιβουλάς, αἷς εἰ συναπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου, πάντα παρελογισάμην, τῷ θεῷ ἀποδοῦσά σε, δι' οὖ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κατεξουσιάζουσι. καὶ τὰ νῦν ὡς εὐσεβῆ σε καὶ ἐκ θεοῦ 202 προβληθέντα εἰς βασιλείαν προσκυνῶ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν ὑπ' ἐμοῦ κτισθέντα τὸν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς." ὁ δὲ ἔφη "καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι μὴ ἀποκρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν ποιῶ." ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦτον πολύν. ὁ δὲ τοῦ ποθουμένου τυχὼν παρεθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκίπῳ τῇ νήσῳ, ὃ αὐτὴ ᾠκοδόμησεν εἰς μονήν. ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους ἐπ' αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ, φοβηθείς, καίπερ βαρυτάτου χειμῶνος ὄντος, ἐξώρισε τὴν αὐτὴν τὴν Εἰρήνην ἐν Λέσβῳ τῇ νήσῳ φρουρεῖσθαι. προσελάβετο δὲ Κωνσταντῖνον υἱὸν αὐτῆς, ὃ καὶ ὑπέδειξεν αὐτῷ τὸν ἀνακτισθέντα πλοῦτον ὑπὸ ὀρθομαρμαρώσεως, τὸν νῦν ἐν τῷ σίγματι ὄντα. Νικήταν δὲ τὸν Τριφύλιον ὁ αὐτὸς Νικηφόρος φαρμάκῳ ἀνεῖλε. Βαρδάνης δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν θεμάτων, ὅς γε τοῦτο πολλὰ παρῃτήσατο, διαδρᾶναι δὲ μὴ δυνηθείς, βίᾳ κατελθὼν ἐν Χρυσοπόλει, εἶτα φοβηθεὶς τὸν θεόν, μή πως δι' αὐτοῦ γένηται σφαγὴ Χριστιανῶν, λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας, νυκτὸς λάθρα τοῦ λαοῦ ἦλθε πρὸς τὴν μονὴν Ἡρακλείου ἐν τῷ Καταβόλῳ, καὶ παρευθὺ γέγονε μοναχός. ἐρχόμενος δὲ διὰ τοῦ σταλέντος βασιλικοῦ χελανδίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐτὸς προκατασκευάσας, τυφλοῦται, Λυκαόνων τινῶν τοῦτο κατὰ 203 γνώμην τοῦ βασιλέως ποιησάντων. διὸ καὶ ἐπὶ τῇ τοιαύτῃ ὑποκρίσει, ὡς δῆθεν λύπῃ συσχεθείς, πάντας μεθ' ὅρκων ἐπληροφόρει ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιούτου δράματος. Ἐφ' οὗ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐξελθὼν παρεγένετο ἐν τῷ Ἀμορίῳ. ἐξῆλθε δὲ Νικηφόρος πρὸς τὸ ∆ορύλαιον, δηλώσων τῷ πρωτοσυμβούλῳ ταῦτα. "ἵνα τιʹ ἐπιχαίρετε ταῖς ἀδικίαις καὶ ταῖς αἱματοχυσίαις, μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους ἀρχαίους καὶ πατρώους; ποῖος γάρ σοι προφήτης θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μαχόμετ ὁ προφήτης σου παρήγγειλε Χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ πάντων δημιουργὸς θεὸς καὶ προνοητὴς ἀμφοτέρων αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένοις χαίρει; μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικῆσαι τοὺς μηδὲν ἀδικήσαντάς σε; καίτοι γε τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατὰ κόρον ἔχεις· αὐτίκα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἀθάνατοι καὶ ἄθεοι κατ' ἀλλήλων ἀντιστρατευώμεθα, καὶ τὸν ἐκ δαιμόνων κατὰ τῶν ἀνθρώπων πόλεμον ἐκ φθόνου μιμώμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ταῦτα τοῦ βασιλέως Νικηφόρου ἀποστείλαντος μετὰ δώρων τινῶν, ὁ Ἄραψ ἀγαθυνθεὶς καὶ ἀν204 ταποστείλας δῶρα πλεῖστά τε καὶ θαυμαστὰ μετ' εἰρήνης ὑπέστρεψε, τὴν Νικηφόρου σύνεσιν ὑπερθαυμάσας. Τῆς δὲ Εἰρήνης τὴν ἐξορίαν ἐκ λύπης καὶ ἀθυμίας τελευτησάσης ἐν Λέσβῳ τῇ νήσῳ, ἔνθα καὶ ἦν φρουρουμένη, μετεκόμισε τὸ σῶμα αὐτῆς ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Πριγκίπου, ἣν αὐτὴ ᾠκοδόμησε· σφόδρα γὰρ εὐσεβὴς καὶ φιλάρετος οὖσα πολλὰ ξενοδοχεῖα καὶ γηρωκομεῖα καὶ μοναστήρια κατεσκεύασε, καὶ φόρων κουφισμοὺς καὶ ἄλλα πλεῖστα κατορθώματα. Ὁ δέ γε βασιλεὺς ἔστεψε τὸν υἱὸν αὐτοῦ Σταυράκιον, δυσειδῆ καὶ ἀφελῆ ὄντα. ἀπεβίω δὲ καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Ταράσιος, καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Νικηφόρος ὁ