1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

65

ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα 6.84 δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει. Καὶ μέντοι καὶ τοὺς βασιλέας ἐκείνους θαυμάζειν τε καὶ εὐφημεῖν φίλον ὑμῖν, οὐ τοὺς ἐν τοῖς βασιλικοῖς τρεφομένους θαλάμοις καὶ χλι δῆς παντοίας ἀπολαύοντας, ἀλλὰ τοὺς προκινδυνεύειν τῶν ὑπη κόων ἀνεχομένους καὶ στρατιωτικὴν περιβαλλομένους σκευὴν καὶ πρὸ τῆς φάλαγγος ἀριστεύοντας. 6.85 Εἰ δέ φατε· τί δήποτε μὴ πάλαι τοῦτο δέδρακε τῶν ὅλων ὁ ποιητής; ἐπιμέμψασθε καὶ τοῖς ἰατροῖς, ὅτι ἔσχατα φυλάττουσι τῶν φαρμάκων τὰ ἰσχυρότερα· τοῖς γὰρ ἠπίοις πρότερον κεχρημέ 6.86 νοι, τὰ δυνατώτατα προσφέρουσιν ὕστατα. Τοῦτο δὴ καὶ ὁ πάν σοφος πεποίηκε τῶν ἡμετέρων ψυχῶν ἰατρός. Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον 6.87 καὶ τὴν νόσον ἐξήλασεν. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ καὶ θάλαττα τῆς προτέρας ἀγνοίας ἀπηλλαγμέναι, πεπαυμέ νος τῶν εἰδώλων ὁ πλάνος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ τῆς γνώσεως φωτὸς αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ τοῦ σταυροῦ τὸ σημεῖον γεραίροντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῇ δεδομημέ ναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς σηκοὶ μαρτύ ρων εἰς κάλλος ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρέων κορυφὰς ἁγιάζουσαι καὶ τὰς ἀοικήτους ἐρήμους οἰκίζουσαι. 6.88 Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ θεοπρεπὲς ἐπιδείκνυσι, μαρτυροῦσι δὲ καὶ αἱ παλαιαὶ προ φητεῖαι τοῖς εὐαγγελίοις ἀλήθειαν· Αἱ μὲν γὰρ τὴν τούτων ἔχουσι πρόρρησιν, τὰ δὲ τῆς προρρήσεως ἐπιδεικνύει τὸ τέλος. Καὶ οἱ μὲν προεῖπον τῆς παρθένου τὴν γέννησιν, οἱ δὲ διδάσκουσι τὴν τῆς προφητείας ἀλήθειαν· οἱ μὲν προεθέσπισαν τὸν σταυρόν, οἱ δὲ δεικνύουσι τὸν σταυρόν· οἱ μὲν προεῖπον τὰ θαύματα, οἱ 6.89 δὲ ἱστοροῦσι τὰ θαύματα· οἱ μὲν ἐχρησμῴδησαν τῆς οἰκουμένης τὴν σωτηρίαν, ἡμεῖς δὲ τῶν χρησμῶν ἐκείνων θεωροῦμεν τὸ τέ λος· ἐκεῖνοι τὴν Ἰουδαίων καὶ ἀπιστίαν καὶ πανωλεθρίαν προ απήγγειλαν, ἡμεῖς δὲ αὐτῶν καὶ τὴν ἀπιστίαν καὶ τὴν διασπορὰν καὶ τὴν δουλείαν ὁρῶμεν. Ἐγὼ δέ, εἰ μὴ τῷ μήκει τοῦ λόγου 6.90 καὶ ὑμᾶς καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους ἀποκναίσειν ἐτό παζον, καὶ αὐτὰς ἂν ὑμῖν τῶν θεσπεσίων προφητῶν τὰς προρ ρήσεις παρέθηκα, ἵνα ἀκριβέστερον διὰ τῶν πραγμάτων ἐμάθετε τὴν τῶν ῥημάτων ἀλήθειαν· ἐπειδὴ δὲ τοῦτό με ποιεῖν οὐκ ἐᾷ τῶν εἰρημένων τὸ πλῆθος, ἀξιῶ ὑμᾶς, ὦ ἄνδρες, καὶ ταῖς προ φητείαις πιστεῦσαι καὶ τῶν πραγμάτων ἐπακοῦσαι βοώντων καὶ πεισθῆναι δέ γε Εὐριπίδῃ τῷ τραγῳδοποιῷ ἐν Οἰνομάῳ λέγοντι· τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανές, καὶ πάλιν ἐν Φοίνικι· τἀφανὲς τεκμηρίοισιν ἐοικότως ἁλίσκεται. 6.91 Εἰ δὲ οὐκ ἀξιόχρεως ὑμῖν εἰς μαρτυρίαν τῆς τραγῳδίας ὁ ποιητής, Ὑπερίδου τοῦ ῥήτορος ἐπακούσατε λέγοντος· "Ἃ δ' ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν." Καὶ Ἰσοκράτης δέ-τῶν ἐνδόξων δὲ καὶ οὗτος ὁ ῥήτωρ -ξύμφωνα περὶ τούτου γέγραφεν· "∆εῖ" γάρ φησι "τὰ μέλ λοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι". Ἀλλὰ γὰρ καὶ Ἀνδοκίδης, εἷς δὲ τῶν δέκα καὶ οὗτος· "Χρή" φησι "τεκμηρίοις 6.92 κεχρῆσθαι τοῖς προγεγενημένοις περὶ τῶν μελλόντων." Ἐπειδὴ γὰρ τῆς τῶν λόγων εὐεπείας ἐξήρτησθε, ἐντεῦθεν ὑμῖν τὰς ἀποδείξεις προσενηνόχαμεν, ἵνα καὶ δι' ἐκείνων ποδηγηθέντες πρὸς τὴν ἀλήθειαν καὶ διὰ τῶν πραγμάτων κηρυττομένην ὁρῶντες τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὸν περὶ