1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

65

καὶ σάρκα φῦσαι, καὶ νεῦρα, καὶ δέρματα. "Καὶ ἐγένετο, φησὶν, ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σει σμὸς, καὶ προσήγαγεν ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένοντο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινον ἐπ' αὐτὰ, καὶ περιετάθη ἐπ' αὐτοῖς δέρμα ἐπάνωθεν." Εἶτα διδάσκει, πῶς κελευσθέντα πανταχόθεν ἐπανῆλθε τὰ πνεύματα, καὶ ὡς τούτων τούτοις συναφθέντων, ὁ τῆς μελλούσης ἀναστάσεως προδιεγράφη τύπος. Εἰ δὲ καὶ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ταῦτα προὔλεγον οἱ προφῆται, ποίαν οὐκ ἂν εἰκότως τίσαιεν δίκην οἱ μετὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, καὶ τὰ τῶν ἀπο στόλων κηρύγματα, διαπιστοῦντες τῷ λόγῳ τῆς ἀναστάσεως; Κʹ. -Περὶ κρίσεως. Πῶς δὲ καὶ ἡ κρίσις ἐνδίκως γενήσεται, ἥκιστα μὲν τῶν σωμάτων κατὰ τὸν τῶν ἀπίστων λόγον ἀν ισταμένων, μόνων δὲ τῶν ψυχῶν εἰσπραττομένων τὰς τῶν πεπλημμελημένων εὐθύνας; Οὐδὲ γὰρ δίκαιον, τὴν μετὰ σώματος ἡμαρτηκυῖαν ψυχὴν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ φθόνον, καὶ πόθους ἐκτόπους εἰσδεξα μένην, διὰ δὲ τῶν ἀκοῶν λόγοις παρανόμοις κατα θελχθεῖσαν, καὶ δι' ἑκάστου μορίου τοῦ σώματος ἐρεθισμούς τινας οὐκ ἀγαθοὺς δεξαμένην, μόνην εἰσπράττεσθαι τὴν ὑπὲρ τῶν πεπλημμελημένων ποι νὴν, καὶ τοῦτο ὑπομένειν, οὐκ ἐν σμικρῷ τινι χρόνῳ, ἀλλ' ἐν ἀπείροις αἰῶσιν; τοῦτο γὰρ ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. "Οὗτοι γὰρ ἀπελεύσονται, φησὶν, εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον." Πῶς δ' αὖ πάλιν ὅσιον, τὰς τῶν ἁγίων ψυχὰς μόνας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύειν μετὰ τῶν σωμάτων κατωρθωκυίας τὴν ἀρετήν; Ὀφθαλμοὶ μὲν γὰρ τὰ τῆς κατανύξεως προχέουσι δάκρυα, αἱ δὲ ἀκοαὶ τὰ θεῖα λόγια διαπορ θμεύουσι τῇ ψυχῇ, ἡ δὲ γλῶττα καὶ ὑμνεῖ τὸν εὐερ γέτην καὶ διηνεκῶς προσφέρει τὴν προσευχὴν, αἱ δὲ χεῖρες ὑπουργοῦσι τῇ θεραπείᾳ τῶν δεομένων, καὶ 83.520 οἱ πόδες νῦν μὲν εἰς εὐκτηρίους θέουσιν οἴκους, νῦν δὲ στάσιν ἐν προσευχαῖς, καὶ πλεῖστον ὅσον ὑπομέ νουσι πόνον. Πῶς οὖν δίκαιον, τὸ σῶμα μετὰ τῆς ψυχῆς συναθροῖσαν τὸν πλοῦτον τῆς ἀρετῆς, κόνιν εἶναι καὶ παρεῤῥίφθαι, μόνην δὲ τὴν ψυχὴν ὡς νικη φόρον ἀνακηρύττεσθαι; Εἰ δὲ τοῦτο σχέτλιον, δίκαιον ἄρα πρότερον ἀναστῆναι τὰ σώματα, εἶθ' οὕτως κοινῇ δοῦναι τὰς τῶν πεπολιτευμένων εὐθύνας. Τοῦτο γὰρ καὶ ὁ θεῖος εἶπεν Ἀπόστολος. "Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χρι στοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν." Συνῳδὰ δὲ λέγει καὶ ὁ μακάριος ∆αβίδ· "Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Πυθαγόρας μὲν οὖν τὰς μετενσωματώσεις ἐμυθολόγησε τῶν ψυχῶν, οὐκ εἰς ἀλόγων σώματα μόνον, ἀλλὰ καὶ εἰς φυτὰ με ταβαίνειν ταύτας εἰπών. Ἠκολούθησε δὲ οὕτω πως καὶ ὁ Πλάτων τῷδε τῷ μύθῳ. Ἐντεῦθεν ὁ Μάνης, καὶ πρό γε τούτου, ὁ τῶν καλουμένων Γνωστικῶν δυσσεβὴς ὁρμαθὸς, τὰς ἀφορμὰς εἰληφότες, ταύτην ἔφασαν εἶναι κόλασιν. Οἱ δὲ παμμίαροι, Καρποκρά της καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ οἱ Καϊηνοὶ, τὸν συώδη βίον νομοθετοῦντες, εἶπον εἰς σώματα μεταπέμπεσθαι τὰς ψυχὰς, ὥστε διὰ λαγνείας, καὶ πάσης ἀκολασίας, τῶν κοσμοποιῶν ἀγγέλων ἕκαστον θεραπεῦσαι. Ἡ δὲ τῶν εὐσεβῶν Ἐκκλησία τούτους μὲν καὶ τοὺς τοιούτους μύθους μυσάττεται, τοῖς δὲ θείοις ἑπομένη λόγοις, ἀνίστασθαι πιστεύει τὰ σώ ματα, καὶ σὺν τούτοις κρίνεσθαι τὰς ψυχὰς, καὶ τοὺς μὲν κακίᾳ συνεζηκότας κολάζεσθαι, τοὺς δὲ ἀρετῆς πεφροντικότας τυγχάνειν τῶν ἀναῤῥήσεων.