65
ἐδιώκετο· καὶ τοῦτο σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία διδάσκει. βʹ. "Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα." Αἰσχύνῃ με, φησὶν, ἡ ἁμαρτία περιέβαλε πολλῇ· ἱκετεύω δὲ μὴ μέχρι πολλοῦ ταύ την ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γεγενημένην πεποίθησιν. "Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με." Μὴ εἰς τὴν ἐμὴν, φησὶν, ἀποβλέψῃς ἁμαρτίαν, ἀλλ' εἰς τὴν τῶν διωκόντων με παρανο μίαν· ταύτῃ γὰρ τῇ δικαίᾳ ψήφῳ χρησάμενος, τῶν ἐπικειμένων ἀπαλλάξεις με συμφορῶν. γʹ. "Κλῖνον πρός με τὸ οὖς σου· τάχυνον τοῦ ἐξ ελέσθαι με." Ἀκούσας μου τῆς ἱκετείας, ταχεῖαν δὸς τὴν βοήθειαν. "Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με. [δʹ.] Ὅτι κραταίωμά μου, καὶ καταφυγή μου εἶ σύ." Ταῦτα καὶ ἐν τῷ ἑπτα καιδεκάτῳ εἶπε ψαλμῷ, τὴν παντοδαπὴν τοῦ Θεοῦ κηδεμονίαν παραδηλῶν. Τὸ δὲ κραταίωμά μου, Ἀκύλας καὶ Σύμμαχος, πέτρα μου ἡρμήνευσαν. Ἔοικε δὲ ὁ προφητικὸς λόγος τῷ εὐαγγελικῷ συμ φωνεῖν, ὃς τὸν φρόνιμον ὑποδείκνυσιν ἐπὶ τῆς πέτρας τὴν οἰκίαν οἰκοδομήσαντα, ἢν οὔτε πνευμάτων, οὔτε ὑετῶν καὶ ποταμῶν προσβολὴ διὰ τὸ στεῤῥὸν ἐλω βήσατο. "Καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με." Τὸ δὲ διαθρέψεις ὁ Σύμ μαχος τημελήσεις με τέθεικεν. Λέγει δὲ, ὅτι Παν τοδαπῆς με προνοίας ἀξιώσεις, διὰ τὸ ὄνομά σου ἐφ' ᾧ πέποιθα. ∆ιὰ πάντων δέ γε τῶν ἑρμηνευμένων ῥητῶν τὸ μέτριον αὐτοῦ τοῦ φρονήματος μεμαθή καμεν. Οὐ γὰρ ᾔτησε διὰ τὴν οἰκείαν ἀρετὴν τῆς 80.1080 θείας ἐπικουρίας τυχεῖν, ἀλλὰ διὰ τὸ τοῦ Θεοῦ ὄνο μα, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὅτι ἐπ' αὐτῷ ἤλπισεν. εʹ. "Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι· ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε." Τὴν βουλὴν τοῦ Ἀχιτόφελ διὰ τούτων ἐδήλωσεν, ἢν εἰσ ηγήσατο κατ' αὐτοῦ, ὡς καὶ ἤδη προειρήκαμεν. ʹ. "Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας." Πολλαῖς πολλάκις περιπεσὼν συμφοραῖς, τούτων διὰ τῆς σῆς ἠλευθερώθην ῥοπῆς· οὗ δὴ χάριν τὴν ἐμαυ τοῦ ψυχὴν τῇ σῇ παρατίθημι προμηθείᾳ. Χεῖρας γὰρ πάλιν ἐνταῦθα τὴν προμηθείαν ὀνομάζει. ζʹ. "Ἐμίσησας πάντας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς." Ἐκεῖνοι μὲν οὖν, φησὶν, οὐ σοὶ τεθαῤῥήκασιν, ἀλλὰ τοῖς ματαίοις αὐτῶν κέ χρηνται λογισμοῖς· εἴωθας δὲ τοὺς τοιούτους παντε λῶς ἀποστρέφεσθαι. "Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. [ηʹ.] Ἀγαλλιάσομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου." Καὶ γὰρ ἐν συμφοραῖς ὢν τὴν σὴν ἐπικουρίαν καλῶ, καὶ ταύτης ἀπολαύων, τῇ σῇ φιλανθρωπίᾳ τῶν ἀγα θῶν ἀνατίθημι τὴν αἰτίαν. "Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. [θʹ.] Καὶ οὐ συνέκλει σάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου." Οὐ διήμαρτον δὲ τούτοις ἀεὶ χρη σάμενος τοῖς λογισμοῖς· ἐνέδραις γὰρ πολεμίων πολλάκις, καὶ λόχοις περιπεσὼν, καὶ εἴσω τῶν περιταθέντων μοι δικτύων γενόμενος, διέφυγον τοὺς θηρεύοντας. Τοῦτο γὰρ εἶπεν· "Οὐ συνέκλει σάς με εἰς χεῖρας ἐχθροῦ." ∆ιδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκεί νου χεῖρας διέφυγε· καὶ ἄλλοτε τοὺς Γετθαίους, παραπληξίαν σχηματισάμενος. ιʹ. "Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου." Τοῦτο ὁ Σύμμαχος οὕτως εἴρηκεν· Ἐθολώθη διὰ παροργισμὸν ὁ ὀφθαλμός μου. Παροργίσας γάρ σε διὰ τῆς ἁμαρτίας, δακρύειν διηνεκῶς ἀναγ κάζομαι· καὶ μὲν δὴ καὶ ἡ ψυχή μου ζάλης καὶ θο ρύβου ἐμπέπλησται. Γαστέρα δὲ ἐνταῦθα τὸ τῶν λογισμῶν ταμιεῖον ἐκάλεσεν· οἱ λογισμοὶ γὰρ, ἀλλ' οὐχ ἡ γαστὴρ, ἐταράττετο. 80.1081 ιαʹ. "Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς." Πάντα μου, φησὶ, τὸν βίον εἰς ὀδύνας καὶ δάκρυα δεδαπάνηκα. "Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθη σαν." Καὶ ἡ ἔνδεια δὲ, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, κατέτηξέ μου τὸ σῶμα. Ταύτης δὲ τῆς ἐν δείας καὶ ἡ ἱστορία μέμνηται, καί φησιν· "Οὐν ησβὶ ὁ τοῦ Ναὰς υἱὸς, ὁ Ἀμμανίτης, καὶ Βερ ζελλεὶ ὁ Γαλααδίτης, ἤνεγκαν πυροὺς καὶ