65
τὸν ἑαυτῆς κορύβαντα αὖθις ἐπανυψώσῃ. ἧς τὴν πεῖραν φύγοιμι μὲν ἐγὼ ὁ τάλας, φυγεῖν τε εὔχομαι ὑμᾶς ὡς ἁμαρτωλός, κἂν οὐ βούλοισθε προσέχειν μοι. Ἰδοὺ οὖν ἐγώ, ἀδελφέ, εὐαγγελικῶς τε καὶ ἀποστολικῶς ὁμοῦ τε καὶ πατρικῶς παρέστησά σοι, εἴπερ βούλοιο πείθεσθαι λόγοις ἀληθείας, ὅτι αἵρεσιν ἀναμφιβόλως πεπλήρωκεν ἡ μοιχοσύνοδος, ἀρχθεῖσα ἀπὸ τῆς μοιχείας, εἰ καὶ διὰ μέσου ὑπελώφησεν, ἐκ μόνου τοῦ ὀνομάσαι, μᾶλλον δὲ κηρύξαι τὴν μοιχοζευξίαν οἰκονομίαν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γίνεσθαι. καὶ μὴ θαυμάσῃς, εἰ μία φωνὴ τίκτει αἵρεσιν, ἀκούων τοῦ Κυρίου λέγοντος· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. μηδὲ δόξῃ σοι λέγειν, "4τίς χρεία πολυπραγμονεῖν καὶ διὰ μιᾶς λέξεως ἀνασειράζειν τὰς γνωστικὰς θεωρίας καὶ συνάγειν τοῦτο κἀκεῖνο;"5, ἵνα μὴ ἐμπέσῃς εἰς τὴν λεγομένην τῶν γνωσιμάχων αἵρεσιν, περὶ ἧς φησιν ὁ συγγράφων· γνωσιμάχοι οἱ πάσῃ γνώσει τοῦ χριστιανισμοῦ ἀντιπίπτοντες, ἐν τῷ λέγειν αὐτοὺς ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις Γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ θεὸς παρὰ χριστιανοῦ, εἰ μὴ πράξεις καλάς. ἀγαθὸν οὖν ἐστι μᾶλλον ἁπλουστέρως τινὰ πορεύεσθαι καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν. Οὕτω μὲν οὖν οἱ γνωσιμάχοι. δὸς αὐτός, εἴπερ ἔχοις, ἐκ θείων φωνῶν ὅτι οὐχ αἵρεσις, καὶ μή μοι πλῆθος ἐποίσῃς μηδὲ τοὺς νυκτερινοὺς θεοσεβεῖς αὔχει, γνωστικούς τε οὓς λέγεις καὶ ἰδιώτας καὶ φίλους. εἰ γὰρ θεοσεβεῖς, ποῦ ἡ παρρησία; καὶ εἰ γνωστικοὶ (καὶ οὐχ ὅτι οὐκ εἰσὶ λέγω· ὁμολογῶ γὰρ πολλοὺς καὶ ὑπὲρ ἐμὲ τὸν ἰδιώτην), ἀλλ' εἴπερ ἔχουσιν ἀλήθειαν, δείξωσι γνωστικῶς ἐξ αὐτῆς τῆς ἀληθείας, καὶ μὴν καὶ ἐκ παραδειγμάτων, ἐξ ἁρμοζόντων δέ, ἀλλὰ μὴ ἐξ ἀσυμβάτων καὶ ὑπεναντίων τῇ ἀληθείᾳ καὶ τοῖς ἀποστολικοῖς καὶ πατρικοῖς κανόσιν. καὶ εἰ φίλοι κατὰ θεόν, πῶς τῇ κοινωνίᾳ τῶν ἑτεροδόξων κοινωνοῦντες; οὐ γὰρ φίλοι οἱ τοιοῦτοι ἀληθινοὶ καὶ πιστοί. Πρόσεχε οὖν, ἀδελφέ, τί ὁ θεῖος Βασίλειος λέγει πρὸς τοὺς ἐν πλήθει κρίνοντας τὴν ἀλήθειαν. ὁ μὴ τολμῶν, φησί, δοῦναι λόγον τῆς προκειμένης ζητήσεως μηδὲ εὐπορῶν ἀποδείξεως καὶ διὰ τοῦτο καταφεύγων εἰς πλῆθος ὁμολογεῖ τὴν ἧτταν, ὡς οὐδὲν ἔχων παρρησίας ἐφόδιον. καὶ μεθ' ἕτερα· δειξάτω μοι κάλλος ἀληθείας κἂν εἷς καὶ σύντομος εὐθὺς ἡ πειθώ· πλῆθος δὲ χωρὶς ἀποδείξεως αὐθεντοῦν φοβῆσαι μὲν ἱκανόν, πεῖσαι δὲ οὐδαμοῦ. ἢ πόσαι μυριάδες πείσουσί με τὴν ἡμέραν νύκτα νομίσαι ἢ τὸ χαλκοῦν νόμισμα χρυσοῦν εἰδέναι, καὶ οὕτω δέχεσθαι ἢ προσίεσθαι δηλητήριον πρόδηλον ἀντὶ καταλλήλου τροφῆς; εἶτα γηίνων μὲν ἕνεκα πραγμάτων οὐκ αἰδεσθησόμεθα πλῆθος ψευδομένων, οὐρανίων δὲ χάριν δογμάτων νεύμασιν ἀναποδείκτοις ἀκολουθήσω, τῶν πάλαι καὶ πρόπαλαι μετὰ πολλῆς συμφωνίας καὶ τῆς τῶν ἁγίων Γραφῶν μαρτυρίας παραδοθέντων ἀναχωρήσας; οὐκ ἠκούσαμεν τοῦ Κυρίου λέγοντος, πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί; καὶ πάλιν· στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. τίς οὖν τῶν εὖ φρονούντων οὐκ εὔχεται τῶν ὀλίγων εἶναι τῶν διὰ τῆς στενῆς εἰσιόντων εἰς σωτηρίαν ἢ τῶν πολλῶν τῶν διὰ τῆς πλατείας εἰς ἀπώλειαν ὠθουμένων; τίς δ' οὐκ ἂν ἐπεθύμησεν, εἰ κατὰ τὸν καιρὸν ἔτυχεν τῆς ἀθλήσεως τοῦ μακαρίου Στεφάνου, τῆς ἐκείνου μερίδος γενέσθαι, τοῦ μόνου τοῦ λίθοις βαλλομένου, τοῦ πᾶσιν εἰς γέλωτα προκειμένου, ἢ τῶν πολλῶν τῶν οἰομένων τὸ ἀξιόπιστον ἔχειν ἐκ τῆς κακῆς αὐθεντίας; εἷς εὐδοκιμῶν εἰς τὸ θεῖον προτιμότερος ὑπὲρ μυριάδας αὐθαδείᾳ σεμνυνομένας, ὡς καὶ ἐπὶ τῆς παλαιᾶς διαθήκης εὑρίσκομεν, ἐν ᾗ χιλιάδες ἔπιπτον τοῦ λαοῦ θεηλάτῳ πληγῇ, μόνος δὲ Φινεὲς ἔστη καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. εἰ δὲ εἶπεν ἐκεῖνος, "4πῶς τολμήσω πρὸς τὰ συμφώνως ὑπὸ τοσούτων γινόμενα; πῶς ἐναντίως ὑπόθωμαι ψῆφον τῶν οὕτως κρινάντων ζῆν;"5, οὔτ' ἂν αὐτὸς ἠρίστευσεν οὔτ' ἂν τὸ κακὸν ἔστησεν οὔτ' ἂν οἱ λοιποὶ διεσώθησαν οὔτ' ἂν