65
Κωνσταντίνης, Μάνον Ἡμερίας καὶ Ἀνδρέαν Θεοδοσιουπόλεως, προφάσει μὲν τῆς πρὸς τοὺς τυράννους εὐνοίας, τῇ δὲ ἀληθείᾳ διὰ τὸ ἑνωτικὸν Ζήνωνος μὴ δέξασθαι τῶν ἰδίων ἀπελαθῆναι προσέταξεν ἐκκλησιῶν. Πέτρος δὲ ὁ Κναφεὺς εἰσελθὼν εἰς Ἀντιόχειαν πολλὰ κακὰ πέπραχεν, ἀναθεματισμοὺς τῆς συνόδου καὶ ἐκβολὰς ἐπισκόπων ἀνεπιλήπτων ἀντεισαγωγάς τε καὶ χειροτονίας ἀθέσμους καὶ τὰ τούτοις ὅμοια. πρότερον δὲ τῷ τρισαγίῳ προσέθηκεν. "Χριστὲ βασιλεῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς." Πέτρος δὲ πάλιν ἐλθὼν περιεῖλε τό, "Χριστὲ βασιλεῦ." Ξεναΐας δέ, ὁ δοῦλος τοῦ Σατανᾶ, τὴν δεσποτικὴν εἰκόνα καὶ τῶν ἁγίων ἐδίδασκε μὴ δέχεσθαι. Πέρσης μὲν γὰρ ἦν τῷ γένει, δοῦλος δὲ τὴν τύχην, φυγὼν τοῦ ἰδίου δεσπότου ἐπὶ Καλανδίωνος τὰς περὶ Ἀντιόχειαν κώμας ἀνεστάτου ἀπὸ τῆς πίστεως, ἀβάπτιστος ὢν καὶ κληρικὸν ἑαυτὸν λέγων. τοῦτον Καλανδίων ἀπήλασεν, Πέτρος δὲ ὁ Κναφεὺς ἐπίσκοπον Ἱεραπόλεως αὐτὸν χειροτονήσας Φιλόξενον μετωνόμασεν. μαθὼν δὲ ὕστερον ἀβάπτιστον αὐτὸν εἶναι ἀρκεῖν αὐτῷ τὴν χειροτονίαν ἀντὶ βαπτίσματος ἔφησεν. Εὐφήμιος δὲ ὁ ὀρθοδοξότατος Ἀναστάσιον σιλεντιάριον, τὸν κακῶς μετὰ ταῦτα βασιλεύσαντα, τῆς ἐκκλησίας ἐδίωκεν ὡς αἱρετικὸν καὶ ὁμόφρονα Εὐτυχοῦς, ὃν ὀχλοποιοῦντα ὁρῶν τὴν ἐν τῇ ἐκκλησίᾳ καθέδραν αὐτῷ ἀνέτρεψεν, ἀπειλήσας αὐτῷ, ὡς, εἰ μὴ παύσοιτο, ἀποκεῖραι τὴν κεφαλὴν αὐτοῦ καὶ τοῖς ὄχλοις αὐτὸν θριαμβεῦσαι. ἐνεκάλεσε δὲ καὶ Ζήνωνι καὶ τὴν κατ' αὐτοῦ ἐξουσίαν ἔλαβεν. Ζήνων δὲ ἠρώτησε Μαυριανόν, τὸν σοφώτατον κόμητα, (ἦν γὰρ μυστικά τινα εἰδὼς καὶ προέλεγεν αὐτῷ) ὅτι, "τίς μετ' ἐμὲ βασιλεύσει;" ὁ δὲ εἶπεν αὐτῷ, ὅτι "καὶ τὴν βασιλείαν σου καὶ τὴν γυναῖκά σου διαδέχεταί τις ἀπὸ σιλεντιαρίων." ὁ δὲ Ζήνων συνέσχε Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων πατρίκιον, [δὲ] γενόμενον ἄνδρα σοφὸν καὶ εὐσεβῆ καὶ συνετὸν καὶ ἐνάρετον, 135 ὃν δημεύσας ἀδίκως καὶ εἰς φρουρὰν ἐμβαλὼν ὑπὸ τῶν φυλαττόντων ἐκσκουβιτόρων ἀναιρεθῆναι προσέταξεν. τούτου δὲ γενομένου ἀκούσας ὁ ἔπαρχος Ἀρκάδιος ἐλοιδόρησε τὸν βασιλέα· καὶ ἀκούσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι· ὁ δὲ ἔπαρχος μαθὼν τοῦτο προσέφυγε τῇ ἐκκλησίᾳ. καὶ ἐρρύσθη τοῦ πικροῦ θανάτου· τὸν δὲ οἶκον αὐτοῦ ἐδήμευσεν. Κόσμου ἔτη εϠπγʹ. Τῆς θείας σαρκώσεως ἔτη υπγʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ηʹ. Κωνσταντιν. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει τὰ συνοδικὰ Εὐφημίου Φίλιξ ἀπεδέξατο καὶ ὡς ὀρθοδόξῳ αὐτῷ προσετέθη, ἐπίσκοπον δὲ αὐτὸν οὐκ ἐδέξατο διὰ τὸ μὴ ἐκβαλεῖν τὸ ὄνομα Ἀκακίου ἐκ τῶν διπτύχων καὶ τοῦ μετ' αὐτὸν Φραυΐτα. Τῷ δ' αὐτῷ ἔτει καὶ Πέτρος ὁ Κναφεὺς τέθνηκεν, καὶ προεβλήθη ἐπίσκοπος Παλλάδιος, πρεσβύτερος τῆς ἐν Σελευκείᾳ ἐκκλησίας τῆς ἁγίας πρωτομάρτυρος Θέκλης. συνεψηφίσθη δὲ Παλλαδίῳ καὶ Ἰωάννης ὁ Κωνσταντίνου καὶ Ἀναστάσιος σιλεντιάριος, ὁ κακῶς μετὰ ταῦτα βασιλεύσας. ὁ δὲ Ζήνων ἐπαρθεὶς τῇ τῶν τυράννων ἀναιρέσει πρὸς δημεύσεις καὶ φόνους ἀδίκους χωρεῖ, [καὶ] πάντα ἄνθρωπον αἰτιώμενος ὡς ἐκείνοις ἢ συμμαχήσαντα ἢ συμβουλεύσαντα τὴν ἐπίθεσιν. ἀναιρεῖ δὲ καὶ Κοττάϊν ἀλόγως, τὸν ἅμα Ἰωάννῃ τῷ Σκύθῃ πολιορκίᾳ περιγενόμενον Ἴλλου καὶ Λεοντίου, καὶ τὸν θαυμαστὸν καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον Πελάγιον τὸν πατρίκιον, ὡς φρόνιμον καὶ δίκαιον· καὶ ἐπὶ τούτοις τελευτᾷ Ζήνων ἐπιληψίᾳ κατασχεθεὶς καὶ ἐπὶ στόματος φέρων ἀπαύστως τὴν Πελαγίου προσηγορίαν τοῦ παρ' αὐτοῦ φονευθέντος ἀδίκως· παῖδα μὲν μὴ καταλιπών, Λογγῖνον δὲ τὸν ἀδελφόν, δὶς μὲν ὑπατεύσαντα καὶ τῆς συγκλήτου βουλῆς πάσης ἡγούμενον, ἀνόητον δὲ καὶ βαρὺν καὶ ἀκόλαστον ὄντα· 136 ὃς καὶ πολλοὺς Ἰσαύρους ἐν Βυζαντίῳ ἔχων καὶ τὸν