“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter V. That the Son will not be excluded from being true God, even though He named God the Father the only true God.

3 And this is life eternal, that they should know Thee the only true God, and Him Whom Thou didst send, even Jesus Christ.

He defines faith as the mother of eternal life, and says that the power of the true knowledge of God will be such as to cause us to remain for ever in a state of incorruption, and blessedness, and sanctification. And we say that that is true knowledge of God, which cannot incur the reproach of turning aside to aught else, or running after things unseemly. For some have worshipped the creature rather than the Creator, and have dared to say to a block of wood: Thou art my Father; and to a stone, Thou hast begotten me. For to such abysmal ignorance did miserable men relapse, that they even gave, in all its fulness, the great Name of God, to senseless blocks of wood; and invested them with the ineffable glory of that Nature, which is over all. He calls God the Father, then, the only true God, by contrast to spurious gods, and with the intention to distinguish the true God, from those who are so named in error; for this is the object of His words. Very appropriately, then, He first speaks of God as being One and One only, and then makes mention of His own glory in the words: And Jesus Christ Whom Thou hast sent. For a man can in nowise attain to complete knowledge of the Father, unless side by side, and in most intimate connexion with it, he lay hold on the knowledge of His Offspring; that is, the Son. For, if a man know what the Father is, he cannot but know also the Son. When, then, He said that the Father was the true God, He did not exclude Himself. For being in Him, and of Him, by Nature, He will be also Himself the true God and the only God, as He is the only God: for beside Him, there is none other god who is the only true God. For the gods of the heathen are devils. For the creation is enslaved, and I know not how any worship them, or sink into such a slough of unreasoning and sensuous folly. With the many gods, then, in this world, who are erroneously so conceived, and have won this spurious title, the only true God is brought into contrast; and the Son also, Who is by Nature in Him, and of Him, at once in diversity and in identity of Nature, according to a natural Unity. I say in diversity of Nature, because He has in fact an individual Existence; for the Son is the Son, and not the Father. In identity of Nature also, because the Son, Who came forth from Him, is inseparably joined by Nature, with the existence of His Father. For the Father is one with the Son, even though He is the Father; and is so spoken of, because He did in fact beget Him.

This, then, He says, is eternal life, that they should know Thee the only true God, and Jesus Christ Whom Thou hast sent. Then one of those who are never weary of hearkening to the Scripture, and seriously pursue the study of Divine doctrines, will ask: Do we say that knowledge is eternal life; and that to know the one true and living God will suffice to give us complete security of expectation, and nothing else be lacking? Then how is faith apart from works dead? And when we speak of faith, we mean the true knowledge of God, and nothing else; for by faith comes knowledge: and the prophet Isaiah bears us witness, who said to some: If ye do not believe neither shall ye understand. And that the writings of the holy men are referring to the knowledge which consists in barren speculations, a thing wholly profitless, I think you will perceive from what follows. For one of the holy disciples said: Thou believest thatGod is one; thou doest well: the devils also believe and shudder. What then shall we say to this? How does Christ speak truth, when He says that eternal life is the knowledge of God the Father, the One true God, and (with Him) of the Son? I think, indeed, we must answer that the saying of the Saviour is wholly true. For this knowledge is life, travailing as it were in birth of the whole meaning of the mystery, and vouchsafing unto us participation in the mystery of the Eucharist, whereby we are joined unto the living and life-giving Word. And for this reason, I think, Paul says that the Gentiles are made fellow-members of the body and fellow-partakers of Christ; inasmuch as they partake in His blessed Body and Blood; and our members may in this sense be conceived of, as being members of Christ. This knowledge, then, which also brings to us the Eucharist by the Spirit, is life. For it dwells in our hearts, shaping anew those who receive it into sonship with Him, and moulding them into incorruption and piety towards God, through life according to the Gospel. Our Lord Jesus Christ, then, knowing that the knowledge of the One true God brings unto us, and, so to speak, promotes our union with, the blessings of which we have spoken, says that it is eternal life; insomuch as it is the mother and nurso of eternal life, being in its own power and nature pregnant with those things which cause life, and lead unto it.

And I think we ought attentively to observe in what way Christ says that the knowledge of the One true God is perfected in us in all its fulness. For see how it cannot exist apart from the contemplation of the Son, and it is clear that it cannot exist apart from the Holy Spirit; for such is the nature of the belief in each Person of the Trinity, according to the Scripture. The Jews indeed, following in the steps of Moses' commandments, rejected the many false gods, and betook themselves to the worship of the One true God, under his guidance. Thou shalt worship the Lord thy God, saith the Law, and Himonly shalt thou serve. But those who still cling to the worship of the One true God, as not yet having complete knowledge of Him they worship, are called thereto to know not that the Creator of all things is one only, the One true God, but that He is a Father and has begotten a Son; and moreover, and yet more than all this, to gaze attentively on Him in His unchangeable Likeness, that is, the Son. For through the lineaments of that which is modelled, we can readily attain to perfect knowledge of the model. Very necessary then was it, for our Lord Jesus Christ to tell us, that those who have been called through faith to sonship and eternal life, not only ought to learn that the true God is One only, but that He is also a Father; and is the Father of One Who became flesh for our sakes, and Who was sent to restore the corrupted nature of rational beings, that is, of mankind.  

ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα.
« Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. » ΜΗΤΕΡΑ τῆς αἰωνίου ζωῆς τὴν πίστιν ὡρίσατο, καὶ τῆς ἀληθοῦς θεογνωσίας τὴν δύναμιν παραίτιον ἔσεσθαί φησι τῆς εἰς αἰῶνα διαμονῆς τῆς ἐν ἀφθαρσίᾳ δηλονότι καὶ μακαριότητι καὶ ἁγιασμῷ. ἀληθῆ δὲ θεογνωσίαν εἶναί φαμεν, ἣ τῶν ἐγκλημάτων ἀπήλλακται τῆς πρὸς ἕτερόν τι παρατροπῆς καὶ ἐφ' ἃ μὴ προσῆκεν ἀποδρομῆς. λελατρεύκασι γάρ τινες ” τῇ κτίσει παρὰ τὸν κτίσαντα,“ καὶ τῷ ξύλῳ τετολμήκασιν εἰπεῖν ” Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σύ με ἐγέννησας.“ πρὸς γὰρ δὴ τοσοῦτον οἱ δείλαιοι κατώλισθον ἀμαθίας μέτρον, ὡς καὶ ταῖς αἰσθήσεως ἀμοιρούσαις ὕλαις, τὴν θείαν ἁπλῶς ἐπωνυμίαν χαρίσασθαι, καὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας τὴν ἄῤῥητον περιθεῖναι δόξαν. μόνον οὖν καὶ ἀληθινὸν ὀνομάζει Θεὸν τὸν Πατέρα, τοῖς ψευδωνύμοις ἀντιτιθεὶς, καὶ τοῖς πεπλανημένως ὠνομασμένοις θεοῖς ἀντιπαρεξάγων ὥσπερ τὸν ἀληθῆ: σκοπὸς γὰρ οὗτος τῷ λόγῳ. χρησίμως δὲ λίαν ἕνα καὶ μόνον εἰπὼν τὸν Πατέρα, καὶ τῆς ἑαυτοῦ διαμέμνηται δόξης λέγων Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. οὐ γὰρ ἂν ἑτέρως τις ἕλοι τὴν τελείαν τοῦ Πατρὸς γνῶσιν, εἰ μὴ συνειστρέχοι προσεχῶς τε καὶ συνημμένως καὶ ἡ περὶ τοῦ γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ἅμα γάρ τις ἔγνω τί ἐστι Πατὴρ, ἔγνω δὴ πάντως καὶ τὸν Υἱόν. ἕνα τοιγαροῦν καὶ ἀληθινὸν εἰπὼν τὸν Πατέρα καὶ Θεὸν, οὐκ ἔξω τέθεικεν ἑαυτόν. ὢν γὰρ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, ἀληθινὸς ἔσται καὶ αὐτὸς, καὶ μόνος ἐν μόνῳ: παρ' αὐτὸν γὰρ ἕτερος οὐδεὶς Θεὸς ἀληθινὸς ἔσται καὶ μόνος. ” Οἱ γὰρ “θεοὶ τῶν ἐθνῶν δαιμόνια:” δούλη δὲ καὶ ἡ κτίσις, ἣν οὐκ οἶδ' ὅπως προσκυνοῦσί τινες, εἰς ἀδόκιμόν τε καὶ λίαν ἐμπαθῆ κατασυρόμενοι γνώμην. πολλοῖς οὖσιν ἄρα τοῖς ἐν τῷδε τῷ κόσμῳ νομισθεῖσιν ἐξ ἀπάτης εἶναι θεοῖς, καὶ νόθην λαχοῦσι τὴν ἐπωνυμίαν, ὁ μόνος καὶ ἀληθινὸς ἀντανίσταται Θεὸς, ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, διῃρημένως τε ἅμα καὶ συμφυῶς καθ' ἑνότητα φυσικήν. διῃρημένως μὲν γάρ: διὰ τὸ ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ' ἑαυτόν: υἱὸς γάρ ἐστιν ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ: συμφυῶς δὲ πάλιν, ὅτι τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτήσει δὴ πάντως ὁ ἐξ αὐτοῦ κατὰ φύσιν. ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, εἴπερ ἐστί τε καὶ λέγεται διὰ τοῦτο Πατὴρ, ἐπειδὴ νοεῖται γεγεννηκώς. Αὕτη τοίνυν ἐστί φησιν ἡ αἰώνιος ζωὴ ἵνα γινωσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἆρ' οὖν: ἐρεῖ τις τῶν φιλακροαμόνων, οἷς τὸ μὴ παρέργως τοῖς θείοις δόγμασιν ὁμιλεῖν ἐσπούδασται: τὴν γνῶσιν εἶναί φαμεν τὴν αἰώνιον ζωὴν, ἐξαρκέσει δέ τισι τὸ εἰδέναι τὸν ὄντως τε καὶ φύσει ἀληθῶς ὄντα Θεὸν εἰς τὸ πᾶσαν ἔχειν τῆς ἐλπίδος τὴν ἀσφάλειαν, δεήσεται δὲ τῶν ἄλλων οὐδενός; εἶτα πῶς ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; πίστιν δὲ ὅταν λέγωμεν, τὴν ἀληθῆ περὶ τοῦ Θεοῦ γνῶσιν καὶ οὐχ ἕτερόν τι σημαίνομεν: διὰ γὰρ τοῦ πιστεύειν ἡ γνῶσις: καὶ μαρτυρήσει λέγων ὁ προφήτης Ἡσαΐας πρός τινας “Ἐὰν γὰρ μὴ ” πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.“ ὅτι δὲ τὴν ἐν ψιλοῖς θεωρήμασι γνῶσιν, χρῆμα παντελῶς ἀνόνητον αἱ τῶν ἁγίων ἡμῖν ἀποφαίνουσι συγγραφαὶ, συνήσειν οἶμαι κἀντεῦθεν. ἔφη γάρ που τις τῶν ἁγίων μαθητῶν ” Σὺ πιστεύεις ὅτι εἷς “ἐστιν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ δαιμόνια πιστεύουσι, καὶ ” φρίσσουσι.“ τί οὖν ἐροῦμεν πρὸς ταῦτα; πῶς ἀληθεύσει Χριστὸς, ζωὴν αἰώνιον εἶναι λέγων τὸ γνῶναι τὸν ἕνα καὶ ἀληθῆ Πατέρα καὶ Θεὸν, καὶ σὺν αὐτῷ τὸν Υἱόν; ἀλλ' οἶμαι δὴ δεῖν πρὸς τοῦτο εἰπεῖν, ὅτι δὴ πάντως ἀληθὴς ἔσται τοῦ Σωτῆρος ὁ λόγος: ζωὴ γὰρ ἡ γνῶσις, ὡς ὅλην ὠδίνουσα τοῦ μυστηρίου τὴν δύναμιν, καὶ εἰσκομίζουσα μὲν τῆς μυστικῆς εὐλογίας τὴν μέθεξιν, δι' ἧς τῷ ζῶντι καὶ ζωοποιῷ προσοικειούμεθα Λόγῳ. σύσσωμα γὰρ καὶ συμμέτοχα τοῦ Χριστοῦ διὰ ταύτην οἶμαι τὴν αἰτίαν καὶ ὁ Παῦλος τὰ ἔθνη γενέσθαι φησὶν, ἅτε δὴ καὶ μετεσχηκότα τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος. νοηθείη δ' ἂν οὕτω καὶ μέλη Χριστοῦ τὰ ἡμέτερα μέλη. ζωὴ τοιγαροῦν ἡ γνῶσις εἰσκομίζουσα πρὸς τούτῳ τὴν διὰ τοῦ Πνεύματος εὐλογίαν. κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν, ἀναμορφοῦν εἰς υἱοθεσίαν τοὺς δεχομένους αὐτὸ, καὶ ἀναπλάττον εἰς ἀφθαρσίαν καὶ εὐσέβειαν διὰ πολιτείας εὐαγγελικῆς. πρόξενον τοίνυν καὶ οἱονεὶ προμνήστριαν τῶν εἰρημένων ἀγαθῶν, τὴν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν ἐπιστάμενος γνῶσιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ζωὴν εἶναί φησιν αὐτὴν τὴν αἰώνιον ἅτε δὴ καὶ μητέρα καὶ τροφὸν τῆς αἰωνίου ζωῆς, ὠδίνουσαν ὥσπερ ἐν ἰδίᾳ δυνάμει καὶ φύσει τὰ τῆς ζωῆς αἴτια καὶ εἰς αὐτὴν ἀποφέροντα. Οἶμαι δὲ δεῖν ἐπιτηρῆσαι φιλομαθῶς, κατὰ τίνα τρόπον ἐν ἡμῖν εἴρηκεν ὁ Χριστὸς τὴν τελειοτάτην ἀποπληροῦσθαι γνῶσιν τοῦ μόνου καὶ κατὰ ἀλήθειαν ὄντος Θεοῦ. θέα γὰρ ὅπως οὐ δίχα τῆς ἐφ' Υἱῷ θεωρίας γίγνεται, δῆλον δὲ ὅτι καὶ τοῦ Ἁγίου Πνεύματος: ἡ μονὰς γὰρ οὕτως ἐν Τριάδι νοεῖται καὶ πιστεύεται κατὰ τὰς γραφάς. Ἰουδαῖοι μὲν γὰρ ταῖς διὰ Μωυσέως ἐντολαῖς πρὸς ἀπόστασιν ποδηγούμενοι τῶν πολλῶν τε καὶ ψευδωνύμων, προσῄεσάν τε καὶ λατρεύειν ἀνεπείθοντο τῷ μόνῳ καὶ ἀληθινῷ. ” Κύριον γὰρ τὸν Θεόν “σου προσκυνήσεις, ὁ νόμος φησὶ, καὶ αὐτῷ μόνῳ λατρεύ” σεις.“ ἀλλ' οἱ τῷ μόνῳ καὶ ἀληθινῷ λελατρευκότες τε ἤδη καὶ προσκείμενοι, ὡς οὔπω τελείαν ἔχοντες τοῦ προσκυνουμένου τὴν γνῶσιν, διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ῥημάτων καλοῦνται νυνὶ πρὸς αὐτὴν, οὐχ ὅτι μόνος, εἷς τε καὶ ἀληθὴς ὁ πάντων δημιουργὸς μανθάνοντες, ἀλλ' ὅτι καὶ Πατὴρ καὶ τίνα γεγέννηκε, μᾶλλον δὲ ἤδη καὶ ἀκριβῶς αὐτὸν ἐν ἀπαραλλάκτῳ θεωρήσαντες εἰκόνι, τουτέστι, τῷ Υἱῷ. διὰ γὰρ τοῦ χαρακτῆρος ἴοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐπὶ τὴν τῶν ἀρχετύπων ἀκραιφνῆ θεωρίαν. ἀναγκαιότατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς διὰ πίστεως κεκλημένους εἰς υἱοθεσίαν καὶ ζωὴν αἰώνιον, οὐ μόνον ἔφη χρῆναι μαθεῖν, ὅτι μόνος ἐστὶ καὶ ἀληθινὸς ὁ Θεὸς, ἀλλ' ὅτι καὶ Πατὴρ, καὶ τίνος ἐστὶ Πατὴρ, τοῦ δι' ἡμᾶς δηλονότι σαρκὸς γεγονότος, ἀπεσταλμένου τε πρὸς ἐπανόρθωσιν τῆς κατεφθαρμένης φύσεως λογικῆς, τουτέστι τῆς ἀνθρωπότητος.