1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

66

Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. 4 τούτων δὲ ὧδε ξυνενεχθέντων οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστα, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι, εἴ γε ἄρα καὶ ἀναμαχεῖσθαι οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι), τούτους δὲ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθυμίας ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους. 5 τοὺς δὲ τῶν πολε μίων νεκροὺς σκυλεύσαντες ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρη μάτων περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ στρεπτοὺς γὰρ παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια καὶ ἄλλα ἄττα τοιάδε θηλυπρε πῆ ποικίλματα καὶ περίεργα, ὁποίοις οἱ ἐντιμότεροι τῶν Μήδων ἐναγ λαΐζονται, τοῦ μᾶλλον εἶναι ἀρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσ θαι. 6 ὁ δὲ Ναχοραγάν, ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι καὶ ἐς τόδε ξυσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν ∆ιλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ στάδιον καὶ ἐς ἐκείνους ὁρᾶν τοὺς Ῥωμαίους ἀναπείσας ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅ γε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. 7 ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληλύθει, τότε δὴ καὶ οἱ ∆ιλιμνῖται λύσαντες τὴν τάξιν εὐκο λώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. 8 παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη Περσικὴ ἀπόμοιρα, οἳ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ᾗπέρ μοι ἤδη ἐρρήθη. 9 γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ Πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκρά τουν, αὐτίκα οἵ γε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων 122 ἀποκεκριμένην διανύσαντες ἐς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι ἀκλεέστερον μετειληφότες. 10 ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυνα γηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς δυνάμεως καταλιπὼν ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ Πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν ὡς ἐκεῖσε διαχειμάσων. 123 {ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ ∆} 1. Ἐς τοῦτο δὲ νίκης τοῖς Ῥωμαίοις τοῦ πολέμου κεχωρηκότος καὶ ὥσπερ ἀνακωχῆς τῶν ἐκείνῃ γεγενημένης τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν ἤγετο τὰ ἐπὶ Γουβάζῃ πρότερον τετολμημένα. 2 καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θάκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμύδα ἐνημμένος, ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευ μένοι καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα, ἄλλοι τε ὑπηρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς καὶ δαημονέστατοι τῆς τῶν δικαστηρίων κομψείας κήρυκές τε μεγαλοβόαι καὶ οἱ τῶν μαστίγων ἐπιστάται. ἅπαντες δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγ μένοι. 3 ἐπεφέροντο δέ, οἷς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυ χενίους κλινοστρόφιά τε καὶ ποδοστράβας καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. 4 καί μοι δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ' ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μόνον ὅπως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαϊκῶν σφίσι νομίμων κομπω δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπὶ πλέον ἄρχεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσας πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν, 5 εἰ δέ γε ἅπαντα κατα ψευσάμενοι καὶ