66
οὖν ἐλθεῖν αὐτοὺς κληθέντας πεπλήρωται. ἐπεὶ δὲ οὐκ αὐτῶν ἐστιν τοῦτο ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς θεοῦ καὶ ἐλθεῖν πεποιηκότος, ἐπὶ τούτῳ μόνῳ μισθὸν οὐκ ἔχουσιν, ὅτι μὴ αὐτῶν ἴδιον, ἀλλὰ τοῦ ἐνεργήσαντος. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ ἐστὶν αὐτῶν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν. οὐδὲ γὰρ Ἑβραῖοι Μωυσεῖ πιστεύοντες καὶ τὰ δι' αὐτοῦ ·ηθέντα μὴ φυλάσσοντες σσζονται, ἐὰν μὴ τὰ ·ηθέντα αὐτοῖς φυλάξωσιν. ὅτι καὶ τὸ Μωυσεῖ πιστεῦσαι αὐτοὺς οὐχὶ τῆς αὐτῶν βου- λῆς γέγονεν, ἀλλὰ τοῦ θεοῦ τοῦ εἰρηκότος Μωυσεῖ· «Ἰδοὺ παραγίνομαι ἐγὼ πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα». ἐπεὶ οὖν Ἑβραίοις τε καὶ τοῖς ἀπὸ ἐθνῶν κεκλημένοις τὸ διδασκάλοις ἀληθείας πιστεῦσαι ἐκ θεοῦ γέ- γονεν, τῶν καλῶν πράξεων ἰδίᾳ κρίσει ἑκάστῳ ποιεῖν ἀπολελειμμένων, ὁ μισθὸς τοῖς εὖ πράσσουσιν δικαίως ἀποδίδοται. οὔτε γὰρ ἂν Μωυ- σέως οὔτε τῆς τοῦ Ἰησοῦ παρουσίας χρεία ἦν, εἴπερ ἀφ' ἑαυτῶν τὸ εὔλογον νοεῖν ἐβούλοντο, οὐδὲ ἐν τῷ πιστεύειν διδασκάλοις καὶ κυρίους αὐτοὺς λέγειν ἡ σωτηρία γίνεται. τούτου γὰρ ἕνεκεν ἀπὸ μὲν Ἑβραίων τὸν Μωυσῆν διδάσκαλον εἰληφότων καλύπτεται ὁ Ἰησοῦς, ἀπὸ δὲ τῶν Ἰησοῦ πεπιστευκότων ὁ Μωυσῆς ἀποκρύπτεται· μιᾶς γὰρ δι' ἀμφοτέρων διδασκαλίας οὔσης τὸν τούτων τινὶ πεπιστευκότα ὁ θεὸς ἀποδέχεται. ἀλλὰ τὸ πιστεύειν διδασκάλῳ ἕνεκα τοῦ ποιεῖν τὰ ὑπὸ τοῦ θεοῦ λεγό- μενα γίνεται. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, αὐτὸς ὁ κύριος ἡμῶν λέγει· «Ἐξομολογοῦμαί σοι, πάτερ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν πρεσβυτέρων καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». οὕτως αὐτὸς ὁ θεὸς τοῖς μὲν ἔκρυψεν διδάσκαλον ὡς προεγνωκόσιν ἃ δεῖ πράττειν, τοῖς δὲ ἀπεκάλυψεν ὡς ἀγνοοῦσιν ἃ χρὴ ποιεῖν. οὔτε οὖν Ἑβραῖοι περὶ ἀγνοίας Ἰησοῦ καταδικάζονται διὰ τὸν κρύψαντα, ἐάν γε πράττοντες τὰ διὰ Μωυσέως ὃν ἠγνόησαν μὴ μισήσωσιν-οὔτ' αὖ οἱ ἀπὸ ἐθνῶν ἀγνοήσαντες τὸν Μωυσῆν διὰ τὸν καλύψαντα καταδικάζονται, ἐάνπερ καὶ οὗτοι πράσσοντες τὰ διὰ τοῦ Ἰησοῦ ·ηθέντα μὴ μισήσωσιν ὃν ἠγνόησαν. καὶ οὐκ ἐν τῷ τοὺς διδασκάλους κυρίους καλεῖν, τὰ δὲ δού- λων μὴ ποιεῖν ὠφελοῦνταί τινες. τούτου γὰρ ἕνεκεν ὁ Ἰησοῦς ἡμῶν πρός τινα πυκνότερον κύριον αὐτὸν λέγοντα, μηδὲν δὲ ποιοῦντα ὧν αὐτὸς προσέτασσεν ἔφη· «Τί με λέγεις· Κύριε, κύριε, καὶ οὐ ποιεῖς ἃ λέγω;» οὐ γὰρ ὠφελήσει τινὰ τὸ λέγειν, ἀλλὰ τὸ ποιεῖν. ἐκ παντὸς οὖν τρόπου κα- λῶν ἔργων χρεία, πλὴν εἴ τις καταξιωθείη τοὺς ἀμφοτέρους ἐπιγνῶναι ὡς μιᾶς διδασκαλίας ὑπ' αὐτῶν κεκηρυγμένης, οὗτος ἀνὴρ ἐν θεῷ πλούσιος κατη- ρίθμηται, τά τε ἀρχαῖα νέα τῷ χρόνῳ καὶ τὰ καινὰ παλαιὰ ὄντα νενοηκώς. Ταῦτα τοῦ Πέτρου λέγοντος οἱ ὄχλοι ὥσπερ ὑπό τινος κληθέντες εἰσῄεσαν ἔνθα ὁ Πέτρος ἦν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ·εῦμα πράως προσρέοντα, ἔφη τῷ Μαροόνῃ· Ποῦ σοι τόπος ἐνταῦθα μᾶλλον τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροόνου εἰς τὸν ὕπαιθρον κεκηπευμένον προάγοντος εἵποντο οἱ ὄχλοι. ὁ δὲ Πέτρος ἐπί τινος βά- σεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστάς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, εἰδὼς πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ