66
μενον, ἔστω ὡς μὴ βλέπουσα καὶ ὡς μὴ ἀκούουσα ὑπαρχέτω. Καὶ μηδὲν ἕτερον τῇ χήρᾳ μελέτω, εἰ μὴ τὸ προσεύχεσθαι ὑπὲρ τῶν διδόντων καὶ ὑπὲρ ὅλης τῆς Ἐκκλησίας. Ἐπε ρωτωμένη δέ τι ὑπό τινος, μὴ ·ᾳδίως ἀποκρινέσθω, πλὴν ὅσα περὶ πίστεως καὶ δικαιοσύνης καὶ τῆς εἰς Θεὸν ἐλπίδος, ἀποστέλλουσα τοῖς ἡγουμένοις τοὺς θέλοντας κατηχεῖσθαι τὰ τῆς εὐσεβείας δόγματα. Μόνα δὲ ἀποκρινέσθω τὰ περὶ ἀνατροπῆς πολυθέου πλάνης, ἀποδεικνύουσα τὸν περὶ μοναρχίας Θεοῦ λόγον· περὶ δὲ τῶν ἑξῆς προπετῶς τι μὴ ἀποκρινέσθω, ὅπως μή τι ἀμαθῶς φθεγξαμένη βλασφημίαν προστρίψῃ τῷ λόγῳ. Κόκκῳ γὰρ σινάπεως ἐοικέναι τὸν λόγον ὁ Κύριος ἐδογμάτισεν. Τοῦτο δὲ ἐστὶ διάπυρον, ᾧ ἐάν τις ἀπείρως χρήσηται, πικρὸν αὐτὸ εὑρήσει. Χρὴ γὰρ ἐν τοῖς μυστικοῖς μὴ προδότην εἶναι, ἀλλ' ἀσφαλῆ· παραινεῖ γὰρ ἡμῖν ὁ Κύριος λέγων· «Μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπρο σθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ·ήξωσιν ὑμᾶς.» Ἀκού σαντες γὰρ οἱ ἄπιστοι τὸν περὶ Χριστοῦ λόγον οὐ δεόντως, ἀλλ' ἐνδεῶς, καὶ μάλιστα τὸν περὶ ἐνσωματώσεως ἢ τοῦ πάθους αὐτοῦ, μυκτηρίσαντες χλευάσουσιν μᾶλλον ὡς ψευδῆ ἢ δοξάσουσιν, καὶ ἔνοχος ἔσται τῆς προπετείας ἡ πρεσβῦτις καὶ τῆς βλασφημίας καὶ τὸ οὐαὶ κληρονομήσει· «Oὐαὶ δέ, φησίν, δι' οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» Oὐκ ἐπιτρέπομεν οὖν γυναῖκας διδάσκειν ἐν Ἐκκλη σίᾳ, ἀλλὰ μόνον προσεύχεσθαι καὶ τῶν διδασκάλων ἐπα κούειν. Καὶ γὰρ καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἡμᾶς τοὺς δώδεκα πέμψας μαθητεῦσαι τὸν λαὸν καὶ τὰ ἔθνη, γυναῖκας οὐδαμοῦ ἐξαπέστειλεν εἰς τὸ κήρυγμα, καίτοι οὐκ ἀπορῶν· συνῆν γὰρ ἡμῖν ἥ τε μήτηρ τοῦ Κυρίου καὶ αἱ ἀδελφαὶ αὐτοῦ, ἔτι δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου καὶ Μάρθα καὶ Μαρία αἱ ἀδελφαὶ Λαζάρου καὶ Σαλώμη καὶ ἕτεραί τινες. Eἰ γὰρ ἦν ἀναγκαῖον γυναιξὶν διδάσκειν, αὐτὸς ἂν ἐκέλευσε πρῶτος καὶ ταύταις σὺν ἡμῖν κατηχεῖν τὸν λαόν· εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὐκ ἔστιν δίκαιον τὸ λοιπὸν σῶμα τῆς κεφαλῆς ἐξάρχειν. Γνωριζέτω οὖν ἡ χήρα, ὅτι θυσιαστή ριόν ἐστι Θεοῦ, καὶ καθήσθω ἐν τῇ οἰκίᾳ αὐτῆς, μὴ μετά τινος προφάσεως ἐν ταῖς τῶν πιστῶν οἰκίαις ἐπὶ τῷ λαμβά νειν εἰσπορευομένη· οὐδὲ γάρ ποτε τὸ θυσιαστήριον τοῦ Θεοῦ περιτρέχει, ἀλλ' ἐν ἑνὶ τόπῳ ἵδρυται. Ὑπαρχέτω οὖν καὶ ἡ παρθένος καὶ ἡ χήρα μὴ περιτροχᾶς ἢ ·εμβομένη κατὰ τὰς τῶν ἀλλοτρίων οἰκίας· ὅτι αἱ ·εμβοὶ καὶ ἀναιδεῖς