Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
"6Ἰδοὺ ἐγὼ,"6 φησὶν, "6ἀπόστειλόν με."6 Ὅταν τοίνυν καὶ ἡμῶν ὁ θεῖος ἄνθραξ ἐπιθιγγάνῃ, καθαροὶ μὲν ἐσόμεθα τῶν διεπταισμένων, πρόθυμοι δὲ καὶ νεανικοὶ πρὸς ἀπο- στολὴν, ὃ δὴ καὶ πεπράχασιν οἱ θεσπέσιοι μαθηταί. Καίτοι γὰρ ὄντες ἐξ Ἰουδαίων, καὶ πρὸ τῆς εἰς Χριστὸν ἀγάπης, ἀκάθαρτά που καὶ αὐτῶν τὰ χείλη μετὰ τῶν ἅλλων ἔχοντες, ἐπειδὴ δὲ προσήκαντο τὴν 70.185 πίστιν, πεποίηνται τὴν καλὴν ὁμολογίαν, ἥψατο δὲ καὶ αὐτῶν ὁ ἄνθραξ, τότε καὶ κέκληνται πρὸς ἀπο- στολὴν, καὶ ἠκολούθουν ἀμελλητὶ, καίτοι λέγοντος τοῦ πανσόφου Μωσέως· "6∆έομαι, Κύριε, προχείρι- σαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς·"6 Ἱερεμίου δὲ πάλιν· "6Ὁ ὢν, ∆έσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι ἐγὼ νεώτερός εἰμι."6 Θερμότεροι δὴ οὖν πρὸς ἀποστολὴν καὶ διακονίαν τῶν ἀρχαιοτέρων ἁγίων οἱ ἐν Χριστῷ. Καὶ σαφὴς ἂν γένοιτο τοῦ πράγματος τύπος ὁ μακάριος προφήτης Ἡσαΐας, μετὰ τὴν τοῦ ἄνθρακος ἐπαφὴν ἀνακεκραγώς τε καὶ λέγων τό· "6Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με."6 9Καὶ εἶπεν· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.9 Πώρωσιν μὲν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ, ὁ θεσπέσιος γράφει Παῦλος· διερμηνεύων δὲ ὥσπερ τίνα τρόπον αὐτοῖς τὴν πώρωσιν συνέβη παθεῖν. "6Ἄχρι γὰρ σήμερον, φησὶν, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται."6 Καὶ γὰρ ἦν ἀκόλουθον τοῖς εἰς τοῦτο λοιπὸν ἀγριό- τητος τρόπων ὠλισθηκόσιν, ὡς πολὺ νοσεῖν τὸ ἐξ- ήνιον, καὶ μήτε τοῖς Μωσέως γράμμασιν εἴκειν ἐθέλοντες, μήτε μὴν τοῖς ἁγίοις προφήταις· προσ- θείην δ' ἂν ὅτι μηδὲ αὐτῷ τῷ Χριστῷ, τῷ τῆς νοητῆς ἀχλύος καταλαμβάνεσθαι σκότῳ, καὶ ὀλίγα διενεγκεῖν τῶν ἀναισθήτων λίθων. Ταύτην οὖν ἄρα ποιεῖται τὴν προαγόρευσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τῷ προφήτῃ παρεγγυᾷ προκαταμηνύειν αὐτοῖς· ὅτι "6Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ, μὴ ἴδητε."6 Γεγόνασι γὰρ αὐτήκοοι τῆς τοῦ Σωτῆρος φωνῆς· ἐδίδαξεν ἐν συναγωγαῖς, προσπεφώνηκεν ἐν τοῖς Ἱεροσολύμοις πλειστάκις, ἀλλ' ἦσαν ἐν ἴσῳ τοῖς μηδ' ὅλως ἀκηκοόσιν. Γεγόνασι θεωροὶ τῶν παραδόξως τετελεσμένων. Τεθέανται γὰρ λεπροὺς τοῦ πάθους ἀπηλλαγμένους, ἀναπηδῶντας χωλοὺς, τυφλοὺς ἀναβλέποντας, νεκροὺς ἐκ μνημά- των ἀνισταμένους· ἀλλ' ὠφέληνται μὲν κατ' οὐδένα τρόπον, ὥσπερ δὲ καὶ αὐτῶν ὀμμάτων ἐστερημένοι, διετέλουν οἱ δείλαιοι. Ταύτῃ τοι καὶ ὀνειδίζονται διὰ τῆς τῶν ἁγίων φωνῆς, ὡς γεγονότες ἀεὶ σκληρο- τράχηλοι, καὶ ἀπειθεῖς τῇ καρδίᾳ, καὶ ἀπεκτονότες ἁγίους. ∆εδόσθαι γε μὴν τὴν πώρωσιν αὐτοῖς φησιν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσηται αὐτούς. Καὶ τοῦτο ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς ἀπειθεῖν ᾑρημένοις· "6Μὴ γογγύζετε μετ' ἀλλήλων· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν."6 Καὶ πάλιν· "6Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, ἔρχεται πρός με."6 Οὐκ- οῦν οὐ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι' ἀπο- καλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς δι' αὐτοῦ σωτηρίας καὶ ζωῆς. Εἰ δὲ δή τις βού- 70.188 λοιτο προσβαλεῖν ἑτέρως ταῖς τῶν εἰρημένων ἐν- νοίαις, συνήσει τοιῶσδε. Προαγορεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, ὡς γινώσκων τὰ κεκρυμμένα, καὶ τὰ ἐσόμενα, καί φησιν, ὅτι πάντη τε καὶ πάντως ὄψονται μὲν καὶ ἀκούσονται, μενοῦσί γε μὴν ὡς μήτε ἀκηκοότες, μήτε συντιθέμενοι, καὶ τοῦτο πα- θόντες ἐκ μοχθηρᾶς αὐτοὶ τῆς ἰδίας γνώμης. Προσ- επάγει δὲ τούτοις, ὅτι ταῦτα δρῶντες ἐκεῖνοι, ταῖς ἰδίαις ἐπιβουλεύουσι κεφαλαῖς. Ἠῤῥωστήκασι γὰρ τὸ δυσήκοον, καὶ τὸ μὴ δύνασθαι καθορᾷν, "6Ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς."6 Αἴτιοι τοίνυν αὐτοὶ τῆς σφῶν αὐτῶν γεγόνασιν