1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

66

προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ 179 κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται. Ψ. Εʹ. Καὶ εἶπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην ῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι' οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ' ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφη 180 τικῆς σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ' ἣν εἴρητο, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ' ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ, φησὶν, ἔλαβεν καὶ ἔτεκεν υἱόν. Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ' οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν κόσμον· ἀφ' ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ' αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσιν, ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ· ἃ λέγοιτ' 181 ἂν εὐκόλως σκῦλα· καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν