66
ἐβασίλευσε Πέλοψ, ἀφ' οὗ καὶ ἡ χώρα Πελοπόννησος. οὗτος Ὀλυμπίων προέστη. βασιλεύει δὲ ἔτη νγʹ. ἐν δὲ τοῖς πρὸ αὐτοῦ ἔτεσι διαφωνεῖται ἔτη κζʹ, κατὰ Οἰνόμαον ἴσως ὑπονοούμενα, μετατεθείσης τῆς ἀρχῆς εἰς Μυκήνας μετὰ Ἀκρίσιον ἐπὶ Εὐρυσθέως, ὃν οἱ μὲν πρὸ Πέλοπος ἔτη φασὶ βασιλεῦσαι πγʹ, οἱ δὲ μετὰ Πέλοπα ἔτη μεʹ. Εἶτα Πελοπίδες· μετὰ Πέλοπα Ἀτρεὺς καὶ Θυέστης ἔτη ξεʹ, μεθ' οὓς Ἀγαμέμνων Ἀτρέως παῖς ἔτη σὺν ἀδελφῷ Μενελάῳ κατὰ μὲν τινὰς λγʹ, κατὰ δὲ ἄλλους λʹ ἢ καὶ κηʹ. Αἴγισθος ζʹ ἢ ιζʹ. Ὀρέστης Ἀγαμέμνονος υἱὸς καὶ Πένθιλος καὶ Κομήτης ἔτη νηʹ. 145 Ἡρακλειδῶν κάθοδος, οἳ Πελοπόννησον λαβόντες ἐκράτησαν μετὰ τοὺς Πελοπίδας ἔτη νηʹ. ἀφ' ἧς ἐπὶ τὴν Ἰώνων ἀποικίαν ἔτη ξʹ, ἀπὸ δὲ τῆς Ἰώνων ἀποικίας ἐπὶ πρώτην ὀλυμπιάδα ἔτη ἀναγράφουσιν σξζʹ. Ἀρχὴ βασιλείας Ἀργείων Ὧν πρῶτος βασιλεὺς Ἴναχος ἔτη νςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχζβʹ. Οὔ μοι δοκεῖ καλῶς ὁ Ἀφρικανὸς ἐν γʹ λόγῳ τῶν ἱστορικῶν αὐτοῦ φάναι τὴν Ἀργείων βασιλείαν τῷ ςʹ ἔτει τῆς Ἀσσυρίων βασιλείας ἄρξασθαι ἐπὶ Ἀρείου εʹ βασιλέως Ἀσσυρίων. ἔσται γὰρ κατὰ τοῦτο Μωυσῆς πρὸς τῷ τέλει τῆς ζωῆς Ἀβραὰμ τεχθείς, εἴ γε πάντες ὁμολογοῦσι τὸ πρῶτον ἔτος Ἀβραὰμ κατὰ τὸ μδʹ ἔτος Νίνου τοῦ δευτέρου βασιλεύοντος μετὰ Βῆλον Ἀσσυρίων. Βήλου γὰρ νεʹ, Νίνου μδʹ, Ἀβραὰμ ραʹ. ἔσται ἄρα Μωυσῆς κατὰ τὸ ραʹ ἔτος Ἀβραάμ, ὅπερ ἀδύνατον. ὁμολογεῖ δὲ αὐτὸν κατὰ Ἴναχον. Ἀργείων βʹ ἐβασίλευσε Φορωνεὺς ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψμηʹ. Φορωνεὺς παῖς Ἰνάχου καὶ Νιόβης πρῶτος λέγεται νόμους καὶ κριτήρια παρ' Ἕλλησι θέσθαι. φασί δέ τινες Νιόβην Φορωνέως εἶναι θυγατέρα, ὅπερ οὐκ ἀληθές.
ΣΠΟΡΑ∆ΗΝ Κατὰ τούτους τοὺς χρόνους ἐβασίλευσε Κρήτης Κρὴς αὐτόχθων,
ὃν ἕνα λέγουσι τῶν Κουρήτων, παρ' οἷς ὁ παρ' Ἕλλησι λεγόμενος ψευδώνυ μος θεὸς Ζεὺς κρυφθεὶς ἀνετράφη, καὶ Κρήτης ἐτυράννησεν. ἐξ αὐτοῦ τοῦ Κρητὸς ἡ νῆσος ὠνομάσθη Κρήτη. τοὺς αὐτούς φασι Κούρητας κτί σαι πόλιν Κνωσὸν ἐν Κρήτῃ καὶ ἱερὸν Κυβέλης μητρός. Ἄργος καὶ Σικυὼν πόλεις Πελοπόννησος. 146 Ἡ θυγάτηρ Ἰνάχου Ἰὼ εἰς Αἴγυπτον ἐλθοῦσα Ἶσις ὠνομάσθη, ἣ Αἰγύπτιοι σέβουσιν Ἶσιν Φαρίαν καλοῦντες διὰ τὸ πρώτως ἐν Φάρῳ τῇ νήσῳ παραγενέσθαι. φασὶ δὲ αὐτήν τινες γημαμένην Τηλεγόνῳ τὸν Ἔπα φον γεννῆσαι. Ἀπὸ Ἰνάχου ποταμὸς Ἴναχος ἐν Ἄργει ὠνομάσθη καὶ ὁ Βόσποροςἐπώνυμος τῆς Ἰοῦς. Κάσος καὶ Βῆλος Ἰνάχου παῖδες πρὸς τῷ Ὀρόντῃ ποταμῷ καὶ τὴν νῦν Ἀντιόχειαν τῆς Συρίας πόλιν ἔκτισαν. Νιόβῃ γαμετῇ Ἰνάχου, μητρὶ δὲ Φορωνέως πρώτῃ γυναικῶν ἐμίγη Ζεύς, ἐξ ἧς ἔσχεν Ἆπιν υἱόν, τὸν Σάραπιν. Κατὰ τοὺς αὐτοὺς χρόνους μυθεύονται Ἕλληνες μιγῆναι τὸν αἰσχρότατον ∆ία καὶ τῇ θυγατρὶ Ἰνάχου, ἣν καὶ βοῦν ἐποίησεν, ἀφ' ἧς ὁ Βόσπορος ἐκλήθη. Πᾶσα παρ' Ἕλλησι θαυμαζομένη πρᾶξις ἀπὸ τῶν Ἰνάχου χρόνων καὶ Φορωνέως εἰς τὰ μετέπειτα φέρεται. διὸ καὶ Πλάτων ἐν Τιμαίῳ τῷ δια λόγῳ τῶν Φορωνέως ἐπιμέμνηται χρόνων ὡς πάνυ παλαιῶν καὶ Νιόβης καὶ τοῦ κατὰ Ὤγυγον ἀρχαιοτάτου κατακλυσμοῦ, ὃς λέγεται κατὰ Φο ρωνέα καὶ Ἄπιδα γενέσθαι. Θεσσαλία Κατὰ τούτους τοὺς χρόνους πρῶτος ἐβασίλευσε Θεσσαλίας ὁ Γραικοῦ παῖς Θέσσαλος, ἀφ' οὗ καὶ ἡ χώρα ἕως νῦν ὠνόμασται. Ὤγυγος πρῶτος βασιλεὺς Ἀκτῆς, τῆς νῦν Ἀττικῆς, τούτοις τοῖς χρόνοις ἐγνωρίζετο. Ὤγυγος ἐν Ἀκτῇ *** Τριτώνιδι λίμνῃ Ἀθηνᾶ παρ'Ἕλλησιν ὠνομάσθη. Τελχῖνες καὶ Καροιάται πρὸς Φορωνέα καὶ Παρρασίους ἐπολέμησαν.
147 ΚΟΣΜΟΥ ΕΤΗ Μωυσέως ἔτη ρκʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψλζʹ. Τῷ γωιςʹ
ἔτει τοῦ κόσμου, Μωυσέως πʹ, πληρωθέντι καὶ ἀρξαμένῳ παʹ, πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, κατὰ τὴν σελήνην ιδʹ, μεσούσης τῆς νυκ τός, κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραῶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου