66
δώροις ἀμειψάμενος βασιλικῶς, καὶ τὴν γεγενημένην ἐπιγαμίαν κατὰ γνώμην αὐτῷ γεγενῆσθαι εἰπὼν, εἶτα καὶ αὐτὸς πρὸς τὸν Μυσῶν βασιλέα καὶ κηδεστὴν τὸν Παλαιολόγον Ἀνδρόνικον τὸν μέγαν στρατοπεδάρχην καὶ Ἰωάννην τὸν Ἀπλησφάρην πρέσβεις ἅμα συνεξέπεμψεν αὐτοῖς βεβαιώσοντας τὴν εἰρήνην. καὶ διῆγον ἔνσπονδοι οἱ Ῥωμαῖοι καὶ οἱ Μυσοὶ μέχρι πολλοῦ. τήν τε στρατιὰν ἐκέλευσεν ἐπ' οἴκου ἕκαστον διαλυθῆναι, καὶ τῷ πάππῳ 1.188 καὶ βασιλεῖ διὰ γραμμάτων τὰ γεγενημένα ἐδήλου. ἀλλὰ ταῦτα μὲν τοῦτον συνηνέχθη τὸν τρόπον. τὸ δὲ ἐξ Ὑπερβορέων Σκυθικὸν πλήθει τε ἀναρίθμητον σχεδὸν ὂν καὶ δυνατώτατον τῶν ἑκασταχοῦ ἐθνῶν, ἐν μὲν τοῖς παλαιοτέροις χρόνοις ἐτησίως εἰς τὴν Ῥωμαίων εἰσβάλλον, τὰ μέγιστα ἐκάκου, τὸ προστυχὸν ἐξανδραποδιζόμενον ἅπαν. συνιδόντες δὲ οἱ βασιλεῖς Ῥωμαίων, ὡς μάχῃ πρὸς αὐτοὺς διαγωνίζεσθαι ἀδύνατοι εἶεν, δώροις καὶ φιλοφροσύναις τοὺς αὐτῶν θεραπεύοντες σατράπας, τὸ μὴ ὑπ' αὐτῶν διαφθείρεσθαι ἐκαρποῦντο. μάλιστα δὲ αὐτοὺς ἐξημέρου καὶ φιλίως διετίθει πρὸς Ῥωμαίους τὸ ἐκ τῶν βασιλικῶν οἴκων γυναῖκας ἄγεσθαι ἑαυτοῖς· περιμάχητον γὰρ αὐτοῖς τὸ τοιοῦτο διὰ τὸ τὸν βασιλέα Ῥωμαίων Ἀλεξάνδρου τοῦ Μακεδόνων καὶ Περσῶν βασιλέως οἴεσθαι διάδοχον εἶναι. ὃ δὴ καὶ οἱ Ῥωμαίων βασιλεῖς εἰδότες, παρθένους τὴν ὄψιν διαπρεπεῖς, οὐκ εὖ γεγονυίας μόνον, ἀλλὰ καὶ ἐξ ἀσήμων γενῶν ἐν τοῖς βασιλείοις ἐκτρέφοντες, ὡς θυγατέρας ἑαυτῶν, ὁπότε δέοι, τοῖς Σκυθῶν σατράπαις κατηγγύων. καὶ διὰ τοιούτων ἐπινοιῶν καὶ τρόπων θεραπευόμενοι ἐπὶ πολλοῖς ἔτεσιν οὐκ ἐσέβαλον εἰς τὴν Ῥωμαίων. τοῦ δὲ ἔτους, οὗ Μιχαὴλ ὁ Ῥωμαίων βασιλεὺς τῶν Παλαιολόγων ὁ δεύτερος ἐτεθνήκει, τὴν Μυσίαν Σκυθικὴ καταδραμόντες στρατιὰ, μέρος τι αὐτῆς καὶ τὴν Ὀδρυσῶν ἄχρι Ἀδριανουπόλεως ἐπῆλθε καὶ ἐζημίωσεν οὐ πολὺ, ἅτε καὶ τῆς στρατιᾶς εὐαριθμήτου οὔσης. τοῦ δὲ ἐπιόντος ἔτους, τοῦ νέου βασιλέως διὰ τὸν πρὸς τὸν πάππον πόλεμον περὶ Βυζάντιον ἐστρα 1.189 τοπεδευμένου, Σκυθικὴ στρατιὰ οὐκ ὀλίγη ἐς τὴν Ῥωμαίων ἐσβαλοῦσα, πᾶσαν μὲν ἐπέδραμε τὴν Θρᾴκην, ἐζημίωσε δὲ οὐ πολλὰ διὰ τὸ τοὺς ἄρχοντας τῶν κατὰ Θρᾴκην πόλεων τὴν ἔφοδον προγνόντας, τοὺς κατὰ τὴν χώραν ἐσκεδασμένους ἀνθρώπους συστεῖλαι εἰς τὰς πόλεις. ἑβδόμης δὲ ἰνδικτιῶνος ἱσταμένης, ἐκ τῶν Σκυθῶν δυοκαίδεκα μυριάδες ἐσέβαλλον εἰς τὴν Ῥωμαίων. ἐστρατήγουν δὲ αὐτῶν μυρίαρχοί τε καὶ χιλίαρχοι κατὰ τὸν ἀριθμὸν, καὶ αὐτοκράτορες στρατηγοὶ δύο, Ταιτὰχ καὶ Τογλοὺ Τοργάν. ἐχρόνισαν μὲν οὖν οἱ Σκύθαι μάλιστα ἐν τῇ ἐσβολῇ ταύτῃ· τεσσαρακοστῇ γὰρ ἡμέρᾳ μετ' αὐτὴν ἐν μέσῃ καθήμενοι τῇ Θρᾴκῃ, αὐτὴν ἐδῄουν· καὶ πλῆθός τε ἀνδραπόδων εἷλον καὶ λείαν ἑτέραν οὐκ ἀριθμητὴν, καὶ τὰ μέγιστα ἐκάκωσαν τὴν βασιλέως γῆν. βασιλεὺς δὲ ὁ νέος τὴν μὲν ὑπὸ Ῥωμαίους ἅπασαν οὐκ ἠδυνήθη συναθροῖσαι στρατιὰν, διεσκεδασμένοι γὰρ κατὰ πόλεις ἐφύλαττον ἕκαστος τὴν αὐτῶν, ὅσους δὲ ἐνῆν μάλιστα συναθροίσας, ἀνιχνεύων περιῄει, εἴπου μέρει τινὶ τῆς Σκυθικῆς στρατιᾶς ἐντυχὼν, ὅσον ἂν ἐξῇ ἀμύναιτο αὐτούς. ἐπὶ πεντεκαίδεκα μὲν οὖν ἡμέραις τὸ αὐτὸ ἐποίει συνεχῶς· μηδὲν δὲ ὧν ἠβούλετο ἀνύων, εἰς Ἀδριανούπολιν ἐλθὼν, τὸ μὲν πολὺ κατέλιπεν ἐκεῖ τῆς στρατιᾶς διὰ τὸ τῶν ἐπιτηδείων τὴν πόλιν εὐπορεῖν, αὐτὸς δὲ τῆς στρατιᾶς ὀλίγους ἅμα τῷ μεγάλῳ δομεστίκῳ παραλαβὼν, τὴν ἐς ∆ιδυμότειχον ᾔει. μεταξὺ δὲ τῆς τε Ἀδριανοῦ καὶ αὐτοῦ, ἐν χωρίῳ τινὶ Προμουσούλου προσαγορευομένῳ, 1.190 στρατιᾷ περιέτυχον Σκυθικῇ, ἀνδράποδά τε καὶ λοιπὴν λείαν ἀγούσῃ πολλήν. οὕτω δὲ τοῦ τόπου παρασχόντος, τοῖς μὲν Ῥωμαίοις ἡ τῶν Σκυθῶν στρατιὰ ἦν καταφανὴς, οὐκέτι δὲ καὶ ἡ Ῥωμαίων αὐτοῖς. βουλευσαμένῳ δὴ τῷ βασιλεῖ ἅμα τῷ μεγάλῳ δομεστίκῳ, ἐδόκει ἐπιχειρεῖν αὐτοῖς, εἰ καὶ τριπλασίους ἢ καὶ πλείους τῶν σφετέρων ἐνομίζοντο στρατιωτῶν· ἦσαν δὲ οὐ τρὶς, ἀλλὰ καὶ δεκάκις τόσοι. ἦσαν γὰρ ἐγγὺς αὐτῶν καὶ ἕτεροι ἐστρατοπεδευμένοι, οὓς ἀφανεῖς ὁ Ἕβρος ἐποίει κειμένους παρ' αὐτῷ, οἳ προσεβοήθουν, γενομένης τῆς συμβολῆς. οὕτω δὲ δόξαν, καὶ τοῖς