66
βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ ̓Εζεκίᾳ. ἀλλ' ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ' αὐτὸν επεμψε. κἀκεῖνοι "εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν ̓Εζεκίας" εφησαν, "μωραίνει ἐπ' ισης ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, η οὐδὲν ημυνε τῷ κατέχοντι, ἀλλ' αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος." ταῦτα ἑβραϊστὶ ὁ ̔Ραψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ινα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ελεγεν εἰς ἐπήκοον πάντων "μὴ ἀπατάτω ὑμᾶς ̓Εζεκίας λέ1.166 γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;" καὶ ἀπήγγειλαν ταῦτα τῷ ̓Εζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ' ἀνελπίστοις αἰτῶν· καὶ πρὸς ̔Ησαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ιν' ιλεως εσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι απρακτον ἀπ' Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ ̓Εζεκίᾳ "μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ῳ πέποιθας μὴ παραδοθῆναι τὴν ̔Ιερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν ους διέφθειραν οἱ πατέρες μου." ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς ̓Εζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν "ιδε" λέγων "κύριε, καὶ ακουσον τοὺς λόγους Σεναχηρείμ, ους εστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ." ̔Ησαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ αγγελος ἐν τῇ παρεμβολῇ τῶν ̓Ασσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ' ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ ̔Ιερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ελυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν ̓Ασσυρίων καὶ τὰ λοιπὰ τῶν οπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, ̓Ιώσηπος δὲ ἱστορεῖ ἐν ̔Ηροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ̔Ραψάκῃ στρατιὰν εἰς ̔Ιεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς ̓Ασσυ1.167 ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας ουν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ απεισιν εἰς Νινευί. καὶ μετ' ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. ̓Εζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ' ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν ̔Ησαΐας κατ' ἐντολὴν τοῦ θεοῦ ειπε "τάξαι τῷ οικῳ σου· οὐ γὰρ ζήσῃ." τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ οτι παῖδας μὴ εχων ερημον εμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν, καὶ ἀθυμῶν ἐπὶ τούτοις εκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αυθις ̔Ησαΐας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ῃτει τὸν προφήτην δεῖξαι αὐτῷ εἰς πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ηδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ηλιος καὶ σκιὰν ποιήσας, ἐπέστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν ̓Εζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς ̓Εζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν εχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ οπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. ̔Ησαΐας δὲ ειπε τῷ ̓Εζεκίᾳ "ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ον ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου εσονται εἰς