66
παπταίνω, παπτανῶ, παπτάνουσι, καὶ πλεονασμῷ τοῦ ˉε παπτανέουσιν. ̓Αποπτάμενοσ. πετάσας. πέτω καὶ συγκοπῇ πτῶ, καὶ πτῆμι ἐξ αὐτοῦ· τὸ παθητικὸν πτᾶμαι, πτάμενος. ἐκ δὲ τοῦ πέτω γίνεται πετῶ, ἐξ ου τὸ ἀμφεπετᾶτο, καὶ πετάζω, ἐξ ου τὸ ἐπετάσθη, καὶ πεταννύω, καὶ πετάννυμι, καὶ πτῆμι. ̓Απογαλακτίζω. ἡ ἀπὸ ἀπόπαυσιν καὶ ἀποπλήρωσιν σημαίνει. γάλακτος, γαλακτίζω. ̓Αποδρᾷν. τὸ εξω τῆς δεσποτίας γενέσθαι τοῦ δεσπότου. δρῶ τὸ ὑπηρετῶ. οθεν καὶ δρηστῆρες οἱ ὑπηρέται. ̓Απολυμαίνεσθαι. ἀποκαθαίρειν. λύματα λέγουσι τὰ καθάρματα. ειτε καὶ αὐτὸ τὸ ῥύπος παρὰ τὸ λυμαίνειν τὸ ὑποκείμενον. ἀπὸ γοῦν τοῦ λύμα λυμαίνω καὶ ἀπολυμαίνω. φύσει δὲ alpha.268 τὸ υδωρ τῆς θαλάσσης καθαρτικὸν, οτι καὶ τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλεται. τὸ δὲ λύμα ἐκ τοῦ ῥύπτω, αἰολικῶς ῥύσσω, ερυμαι, ῥύμα καὶ λύμα. ̓Απόφασθε. ειπατε. φημὶ τὸ λέγω, φήσω, πέφηκα, πέφαμαι, ἐφάμην, εφασο, τὸ προστακτικὸν φάσο, φάσθω, φᾶσθε καὶ ἀπόφασθε. ̓Αποθρίξασθαι. ἀποθερίζω, ἀποθρίξω. * ̓Απομάττεσθαι. ἀναλαβεῖν, μιμεῖσθαι καὶ ἀποτυποῦν.* ̓Απομάττων. ἀντὶ τοῦ ἀποψῶν, η ἀντὶ τοῦ περιπλάττων πηλὸν καὶ τὰ πίτυρα. ̓Απομώμοκα. ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς γυναῖκας πεποίηκα. ̓Απόνειμαι. ἀπόδος. ἀπόνεμε δὲ ψιλόν. ̓Απονοστήσει. ἐπανελεύσεται. ̓Απονυχιῶ. ἀντὶ τοῦ ἀφαιρήσομαι, ἀπὸ μεταφοσρᾶς τῶν ὀνυχιζομένων. ̓Απονυχίσαι λέγουσι μᾶλλον η ὀνυχίσαι. alpha.269 ̓Αποξυστροῦνται. ἐπικάμπτονται, ἐπιστρέφονται. ̓Αποπεπόνηκασ. τῶν πόνων εληξας. ̓Αποπεφασμένον. ἀπειρημένον, η ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. ουτως ∆είναρχος, Λυσίας καὶ ∆ημοσθένης. ̓Αποπεφοίτηκεν. ἀπῆλθεν. ̓Αποπορευτέον. ἀντὶ τοῦ ἐπανακτέον, ὑποστρεπτέον. ̓Αποπρεσβεύει. ἀπαγγέλλει πρεσβείαν. ̓Αποπταίη. πετασθῇ. ̓Αποῤῥέξαντεσ. ἀπομερίσαντες, ἀπόμοιραν δόντες. ̓Αποῤῥηθέν. ἀπαγορευθέν. ̓Αποῤῥηθῇ. ἀντὶ τοῦ ἀποκηρυχθῇ. ουτως Πλάτων. ̓Αποῤῥιπτεῖ. ἀποβάλλει. ̓Αποροῦντι. ἐρωτῶντι. ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι-. ̓Αποσαλεύσασ. Θουκυδίδης· ἀποφυγὼν ἐκ τοῦ λιμένος εἰς τὸν ἀλίμενον τόπον, ενθα σάλος γίνεται. ̓Αποσάξαντα. ∆είναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. alpha.270 ̓Αποσιμῶσαι. τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προσθεῖναι γυμνήν. ουτως Φίλιππος. Θουκυδίδης δὲ, τὸ μετεωρίσαι τὰς ναῦς. ̓Αποθευσούμεθα. ἀποδραμούμεθα. ἐπὶ πλοῦ λέγεται. ̓Αποδιοπομπῶ. ἀποτρέπομαι. ἀπὸ τοῦ ἀποτροπαίου ∆ιός. πρώτης συζυγίας, διοπομπῶ, διοπομπήσω. τοῦτο δὲ ἀπὸ τῆς ∆ιὸς γενικῆς καὶ τοῦ πομπός. ̓Απούρασ. ἀφελόμενος. αὐρῶ τὸ ἀπολαύω, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηυρησα, ἡ μετοχὴ αὐρήσας, καὶ κατὰ συγκοπὴν αυρας, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο, καὶ ἐν συνθέσει, ἀπούρας. οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ορους. ἀπουρήσας καὶ ἐν συγκοπῇ ἀπούρας. ̓Αποφθίσθω. φθίω, φθίσω, εφθικα, εφθιμαι, ἐφθίμην, εφθισο. ̓Απεσφακέλισεν. αἰφνίδιον ἀπέθανεν. οἱ μὲν γραμματικοὶ ἐσάπη φασίν. ̓Αριστοφάνης ἀντὶ τοῦ ωκλασεν. οἱ δὲ ἰατροὶ τὴν ἐκ σήψεως μελανίαν λέγουσιν. ̓Αποσφήλειε. μέγα δὲ σφέας ἀποσφήλειε πόνοιο. οἱονεὶ σφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ εργου. σφάλλω, σφαλῶ, εσφαλκα καὶ εσφηλα alpha.271 ὁ ἀόριστος, ἡ μετοχὴ σφήλας, σφήλαντος, τὸ εὐκτικὸν σφήλαιμι, σφήλαις, σφήλαι καὶ σφήλειε. ̓Αποσμιλέουσι. τῇ σμίλῃ ξαίνουσιν καὶ ἐκκαθαίρουσιν. ̓Αποσπάδοντεσ. ἀποκοπέντες. ̓Αποσπεύδοντασ. κωλύοντας. ἀποσπευδούσης δὲ τῆς γυναικὸς καὶ τῶν παίδων-. ̓Αποσπουδάζων. παυόμενος τῆς σπουδῆς, ἀμελῶν. ̓Αποστατήσω. ἀποχωρισθῶ. ̓Αῤῥιανός· ἀποστατήσω οὐδὲ ἐγὼ τοῦ εργου. ̓Αποστέγειν. οιον ἐπερύκειν καὶ κωλύειν. ̓Αποσταίην. μακρὰν γενοίμην. ̓Αποστέρξασ. καρτερικῶς ὑπομείνας. ἀλλ' ἀποστέρξας εὐγενῶς τὸν βίον κατέστρεψεν. ̓Αποστησάμενον. ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. ουτως ∆ημοσθένης. καὶ ἀποστήσωνται, οιον σταθμὸν λάβωσιν ισον. καὶ ἀποστήσασθαι, ἀποδοῦναι χρέος. ̓Αποστοματίζειν. ἀπὸ μνήμης λέγειν. ̓Αποστομοῦν. ἀποφράττειν. προέθετο τὰς διώρυγας ἀποστομοῦντας τὰς ἐπιφανεστάτας. ̓Αποσυκάζειν. συκοφαντεῖν. δοκιμάζειν. η τὸ τὰ πέπειρα σῦκα