Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
ἐπιγνῶναι αὐτόν. οἱ δὲ καὶ ταῦτα ὁρῶντες γινόμενα φαν τασίαν μαγικὴν γίνεσθαι ἔλεγον· καὶ γὰρ μάγον εἶναι αὐτὸν ἐτόλμων λέγειν καὶ λαοπλάνον. αὐτὸς δὲ καὶ ταῦτα ἐποίει πεί θων καὶ τοὺς ἐπ' αὐτὸν πιστεύειν μέλλοντας, ὅτι, κἄν τις, ἐν λώβῃ τινὶ σώματος ὑπάρχων, φύλαξ τῶν παραδεδομένων ὑπ' αὐτοῦ διδαγμάτων ὑπάρξῃ, ὁλόκληρον αὐτὸν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ μετὰ τοῦ καὶ ἀθάνατον καὶ ἄφθαρτον καὶ ἀλύπητον ποιῆσαι ἀναστήσει. Ὅταν δὲ οἱ τὰ τοῦ Μίθρου μυστήρια παραδιδόντες λέγωσιν ἐκ πέτρας γεγενῆσθαι αὐτόν, καὶ σπήλαιον καλῶσι τὸν τόπον ἔνθα μυεῖν τοὺς πειθομένους αὐτῷ παραδιδοῦσιν, ἐνταῦθα οὐχὶ τὸ εἰρημένον ὑπὸ ∆ανιήλ, ὅτι Λίθος ἄνευ χειρῶν ἐτμήθη ἐξ ὄρους μεγάλου, μεμιμῆσθαι αὐτοὺς ἐπίσταμαι, καὶ τὰ ὑπὸ Ἠσαίου ὁμοίως, οὗ καὶ τοὺς λόγους πάντας μιμήσα σθαι ἐπεχείρησαν; δικαιοπραξίας γὰρ λόγους καὶ παρ' ἐκείνοις λέγεσθαι ἐτεχνάσαντο. τοὺς δὲ εἰρημένους λόγους τοῦ Ἠσαίου ἀναγκαίως ἀνιστορήσω ὑμῖν, ὅπως ἐξ αὐτῶν γνῶτε ταῦθ' οὕτως ἔχειν. εἰσὶ δὲ οὗτοι· Ἀκούσατε, οἱ πόρρωθεν, ἃ ἐποίησα· γνώ σονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι· ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς. τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; πορευόμενος ἐν δικαιοσύνῃ, λα λῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀφωσιωμένος ἀπὸ δώρων, βαρύνων ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν ἄδικον αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. ἄρτος δο θήσεται αὐτῷ, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται πόρρωθεν. ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου. ποῦ ἐστιν ὁ γραμματικός; ποῦ εἰσιν οἱ βουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφο μένους, μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσαντο, οὐδὲ ᾔδεισαν βάθη φωνῶν, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. ὅτι μὲν οὖν καὶ ἐν ταύτῃ τῇ προφητείᾳ περὶ τοῦ ἄρτου, ὃν παρέδωκεν ἡμῖν ὁ ἡμέ τερος Χριστὸς ποιεῖν εἰς ἀνάμνησιν τοῦ τε σωματοποιήσασθαι αὐτὸν διὰ τοὺς πιστεύοντας εἰς αὐτόν, δι' οὓς καὶ παθητὸς γέγονε, καὶ περὶ τοῦ ποτηρίου, ὃ εἰς ἀνάμνησιν τοῦ αἵματος αὐτοῦ παρέδωκεν εὐχαριστοῦντας ποιεῖν, φαίνεται. καὶ ὅτι βα σιλέα τοῦτον αὐτὸν μετὰ δόξης ὀψόμεθα, αὕτη ἡ προφητεία δηλοῖ. καὶ ὅτι λαός, ὁ εἰς αὐτὸν πιστεύειν προεγνωσμένος, μελετήσειν φόβον κυρίου προέγνωστο, αὗται αἱ λέξεις τῆς προφητείας βοῶσι. καὶ ὅτι οἱ τὰ γράμματα τῶν γραφῶν ἐπί στασθαι λογιζόμενοι, καὶ ἀκούοντες τῶν προφητειῶν, οὐκ ἔχουσι σύνεσιν, ὁμοίως αὗται αἱ γραφαὶ κεκράγασιν. ὅταν δέ, ὦ Τρύ φων, ἔφην, ἐκ παρθένου γεγεννῆσθαι τὸν Περσέα ἀκούσω, καὶ