μένου οἴνου τὴν φροντίδα· ὅμως ἐκ πολλῆς ἀγάπης, εἰ θέλεις, ἵνα μὴ λείψῃ αὐτοῖς οἶνος, εἰπὲ τοῖς ὑπηρέταις ἵνα ποιήσωσιν ἃ λέγω αὐτοῖς, καὶ βλέπεις ὅτι οὐ μὴ λείψει αὐτοῖς οἶνος· ὅπερ καὶ γέγονεν. Oὐκ ἂν οὖν λέξει τὴν μητέρα ἐπέπληξεν, ἣν τοῖς ἔργοις ἐτίμα. Ἐν δὲ ταῖς ἄλλαις φωναῖς οὐχ ὡς ἀπο στερῶν τὴν μητέρα τῆς πρεπούσης τιμῆς, ἀλλὰ δείκνυσι κατὰ ποίαν μητρότητα μακαριστή ἐστιν ἡ παρθένος. Eἰ γὰρ ὁ ἀκούων τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττων αὐτὸς ἀδελφός ἐστι τοῦ θεοῦ καὶ ἀδελφὴ καὶ μήτηρ, προσῆν δὲ τῇ μητρὶ αὐτοῦ ἀμφότερα, δῆλον ὅτι κατὰ ταύτην τὴν μητρότητα ἐχρῆν μακα ρίζεσθαι τὴν μητέρα αὐτοῦ· τὸ γὰρ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ φυλάττειν ἀρετῆς ἐστι καὶ καθαρᾶς ψυχῆς, ὅλης πρὸς τὸν θεὸν βλεπούσης. Καὶ ἐπειδὴ οὐ τὴν τυχοῦσαν γυναῖκα ἐπε λέξατο ὁ θεὸς γενέσθαι μητέρα τοῦ Χριστοῦ, ἀλλὰ τὴν πασῶν γυναικῶν ταῖς ἀρεταῖς ὑπερκειμένην, διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀπὸ ταύτης τῆς ἀρετῆς ἐβούλετο μακαρίζεσθαι τὴν μητέρα αὑ τοῦ, δι' ἧς ἠξιώθη παρθένος μήτηρ γενέσθαι. Ὅτι δὲ πρὸς ἀτιμίαν ἢ ἀπείθειαν γονέων οὐδαμῶς ἐμφαίνεται ὁ Χριστὸς πεποιηκώς τι, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγγελιστής, λέγων περὶ αὐτοῦ ὅτι Κατέβη μετὰ Ἰωσὴφ καὶ Μαρίας ἀπὸ Ἱερουσαλήμ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἐρώτησις ρλζ. Eἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, ἡμεῖς δὲ τοῦ πάθους καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐν τῷ βαπτί σματι τελοῦμεν τὰ σύμβολα, πῶς πρῶτον μὲν ἐλαίῳ χριό μεθα, ἔπειτα δὲ τὰ προλεχθέντα ἐν τῇ κολυμβήθρᾳ τελέσαντες σύμβολα τῷ μύρῳ σφραγιζόμεθα ὕστερον, καὶ κατ' ἐναντίωσιν τῶν περὶ τὸν κύριον γεγονότων ταῦτα ποιεῖν οὐ νομίζομεν, εἴ γε πρῶτον ὁ κύριος τῷ μύρῳ ἠλείψατο καὶ ὕστερον ἔπαθε; Πῶς δὲ καὶ οὐ περιττὴ ἡ χρῖσις τοῦ ἐλαίου προσφέρεται τοῖς βαπτίζεσθαι μέλλουσιν, εἴ γε μόνῳ τῷ μύρῳ πρὸς τῷ πάθει ἐχρίσθη ὁ κύριος; Ἀπόκρισις. Ἐπειδὴ ἃ ποιεῖ ἡ ἐκκλησία πρὸς τὸν ἐνταφιασμὸν μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ τοῦ ἐνταφιαζομένου, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τὸν κύριον (κατὰ τὸ γεγραμ μένον· Ὃ ἐποίησε, φησίν, αὕτη πρὸς ἐνταφιασμόν μου ἐποίησε· προλαβοῦσα γὰρ ἐμύρισέ μου τὸ σῶμα· τὸ δὲ Προ λαβοῦσα ἀντὶ τοῦ Πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα), διὰ τοῦτο οὐδὲν γίνεται κατ' ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομέ νων γίνεται ἐν τῷ δέοντι καιρῷ. Χριόμεθα δὲ τῷ παλαιῷ ἐλαίῳ ἵνα γινώμεθα χριστοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν ἑαυτοῦ λογιζομένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. Ἐρώτησις ρλη. Eἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τι