1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

66

«Ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε, καὶ εἶπεν αὐτῷ· Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Αἴτησαι, μήτηρ ἐμὴ, ὅτι οὐκ ἀποστρέψω σε. ∆οθήτω δὴ Ἀβισὰκ ἡ Σουναμῖτις Ὀρνίᾳ [αλ. Ἀδονίᾳ σρνψη προ 'δνψη] τῷ ἀδελφῷ σου εἰς γυναῖκα. Καὶ ἀπεκρίθη Σολομὼν ὁ βασιλεὺς, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· Καὶ ἵνα τί αἰτῇ τὴν Ἀβισὰκ τῷ Ὀρνίᾳ εἰς γυναῖκα; Καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ὁ ἀδελφός μου μείζων ὑπὲρ ἐμὲ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ υἱὸς Σαρουΐα ὁ ἀρχιστράτηγος ἑταῖρος αὐτοῦ. Καὶ ὤμοσεν ὁ βασιλεὺς Σολομὼν κατὰ τοῦ Κυρίου, λέγων· Τάδε ποιῆσαί μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ὀρνίας τὸν λόγον τοῦτον. Καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασε, καὶ ἔθετό με ἐπὶ τὸν θρόνον ∆αβὶδ τοῦ πατρός μου, ὅτι σήμερον θανατωθήσεται Ὀρνίας. Καὶ ἐξαπέστειλεν, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ὀρνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» «Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ' αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Ἡ δὲ εἶπεν· Ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. ∆ύνασθε πίνειν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ βάπτισμα, ὃ βαπτίζομαι, βαπτισθῆναι; Λέγουσιν αὐτῷ· ∆υνάμεθα. Λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοιμάσθη ὑπὸ τοῦ Πατρός μου.»

ΤΙΤΛ. ΜΓʹ. -Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος

ὄρεξιν. «Ἅδης καὶ ἀπώλεια οὐκ ἐμπίπλαται· ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν

ἀνθρώπων ἄπληστοι.» «Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως.» «∆ι' ἀπληστίαν πολλοὶ ἐτελεύτησαν.» Ἀπληστία σώματος, καὶ τοὺς τὰ ἄλλα σοφοὺς ἐκμαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθάπερ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα. Ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις. Ὁ φαῦλος ἀεὶ πολυδεὴς, ἀεὶ διψῶν τῶν ἁπάντων 95.1253 ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἢ πυρὸς δίκην πάντα μικρά τε, καὶ μεγάλα πίνει.

ΤΙΤΛ. Μ∆ʹ. -Περὶ ἀδελφῶν «Οὐ μισήσεις τὸν ἀδελφόν σου ἐν τῇ διανοίᾳ

σου.»

«Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.» «Ἀδελφοὶ ἐν ἀνάγκῃ χρήσιμοι ἔστωσαν.» «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ, καὶ ὑψηλή. Ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.» «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, φιλίας μακράν ἐστιν.» «Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν.» «Ἀδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως.» «Μὴ ἀλλάξῃς ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφίρ.»

ΤΙΤΛ. ΜΕʹ. -Περὶ αἰτούντων, ἤγουν προσαιτούντων.

«Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς. Κρεῖσσον γὰρ ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαιτήσεως δόσις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.»

ΤΙΤΛ. Μςʹ. -Περὶ αἰσχρολογίας.