γέγονα παρανάλωμα, εἰ μή με θεία τις ἐξ αὐτοῦ τοῦ κινδύνου ἀπήγαγε πρόνοια, ἥτις ἐξιππάσασθαι τάχος πεποίηκε, πρὸ τοῦ καταληφθῆναι τὴν φαραγγώδη πρὸς τῶν δυσμενῶν ἄνοδον, παρελθεῖν τε ταύτην, καὶ δρομαίως καταλαβεῖν τὴν ἀκρώρειαν. μόλις οὖν διὰ δυσβάτων ὀρέων τὸ περιλειφθὲν τοῦ στρατεύματος τὴν καταδρομὴν διέφυγε τῶν Μυσῶν, τὴν ἵππον σχεδὸν ἀποβαλὸν ἅπασαν καὶ τὴν ἐπικομιζομένην ἀποσκευὴν, καὶ πρὸς τὰ Ῥωμαϊκὰ ἐπανέζευξεν ὅρια. θʹ. Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατούντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας Ῥωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἷλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις ∆ελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις 174 Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφώς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν ∆ελφινᾶ αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ ∆ελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυδον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ 175 μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύττεται· ἡ δὲ κεφαλὴ, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν καταπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο. ιʹ. Καὶ ἄλλα δὲ παγχάλεπα ἡ τοῦ φανέντος ἀστέρος παρεδήλου ἐπιτολὴ, καὶ οἱ παραδειχθέντες αὖθις πρὸς τὸ βόρειον μέρος ἀωρὶ τῶν νυκτῶν πύρινοι στύλοι, καὶ τοὺς ὁρῶντας ἐκδειματούμενοι. καὶ γὰρ καὶ οὗτοι τήν τε συμβᾶσαν πρὸς τῶν Ταυροσκυθῶν τῆς Χερσῶνος ἅλωσιν παρεδήλουν, καὶ τὴν τῆς Βεῤῥοίας κατάσχεσιν παρὰ τῶν Μυσῶν.