τελεωτάτην, οὐ χρόνῳ μετρουμένην, οὐ μερικαῖς ὁριζομένην διαδοχαῖς οὐδὲ ταῖσδε ταῖς ἐκποιήσεσιν ἢ ταύταις, ἀλλ' αἰωνίαν, πάσαις ἀρκοῦσαν διαδοχαῖς, πάσαις ἐκποιήσεσιν, ἀμείψεσιν, ἀφιερώσεσιν, ἵνα μὴ καθ' ἕκαστον λέγω, τῷ βουλήματι αὐτοῦ ἀποχρῶσαν, μετὰ τῶν προτέρων οἰκοδομῶν, μετὰ τῶν ὑστέρων, μετὰ τῶν πρεσβυτέρων κατασκευῶν, μετὰ τῶν μεταγενεστέρων προσθηκῶν. καὶ οὐδεὶς αὐτῷ τῶν πάντων ἐπηρεάσει, οὔτε τῶν μεθ' ἡμᾶς βασιλέων οὔτε τῶν ἐν ἀρχαῖς οὔτε τῶν ἐν ἀρχείοις οὔτε τῶν προκαθημένων θρόνων σεκρετικῶν· οὐδὲ ἀμφισβητήσειε περὶ τοῦ τυχόντος πράγματος οὐδ' ἀνακρινεῖ οὔτε περὶ τῆς προτέρας ἀνταλλαγῆς ἢ περὶ τῆς ὑστέρας χάριτος. ἀλλ' ἔσται αὐτῷ καὶ τὸ πρῶτον συνάλλαγμα βέβαιον καὶ ἀκίνητον καὶ τὸ δεύτερον δώρημά τε ἢ ὤνημα ἀκλόνητόν τε καὶ ἀμετάτρεπτον, ὡς ἂν ἐν μηδενὶ κατὰ μηδὲν πρᾶγμα ὁ κάλλιστός μοι κλονοῖτο δρουγγάριος ἢ ὁ τούτου διάδοχος, ἀλλ' ἀπολαύοι τοῦ κτήματος τῶν Καλῶν, κάλλιστός τε ὢν καὶ τῇ βασιλείᾳ μου κτῆμα καὶ χρῆμα ἐράσμιον. 6 αξτῃμ 3 Τοῦ αὐτοῦ ὑμόμνημα ἕτερον. Τῶν τοῦ πάππου δικαίων, ὡς ἐδόκει, ἐχόμενος ὁ πρωτοσπαθάριος Ἰωάννης καὶ βεστιαρίτης ὁ Ἰβηρίτζης, ὧν οὐ μετῆν τῷ πατρί, δίκην τινὰ ἀργῶν οἶμαι καὶ παίζων ἀνεπλάσατο καὶ ἐμόρφωσεν, ἥτις αὐτῷ μὲν τῷ πράγματι ἀνυπόστατος ἦν, σκιὰν δέ τινα καὶ μορφὴν ὑποστάσεως παρ' αὐτοῦ εἴληφε, καὶ ἦν ὡς ἀληθῶς εἰκασμένη τοῖς καθ' ὕπνον φανταζομένοις, ἃ δὴ τὸ ἄλογον καὶ παθητικὸν τῆς ψυχῆς μέρος ὑφίστησιν. ἐπλάττετο δὲ τὴν ἀνύπαρκτον κατὰ στάσιν οὕτως ὑπόθεσιν. τὸ γὰρ προάστειον ἔφασκεν, ὃ καλεῖται Βιβάριον, ὁ πάππος αὐτοῦ καὶ ἡ μάμμη διὰ χρυσοβούλλου δωρεᾶς τοῦ μακαρίτου βασιλεως κῦρ Βασιλείου κτησάμενοι, ἐκεῖνοι μὲν ὡς εἰκὸς ἀμφότερα εἶχον καὶ τὸ χρυσόβουλλον. καὶ τὸ Βιβάριον, αὐτὸς δὲ θατέρου μὲν καὶ οὗ μᾶλλον ἐβούλετο, τοῦ κτήματος ἀπεστέρηται, θάτερον δὲ καὶ οὗ ἐρᾷ ἔλαττον, κενὸν καὶ ἀνόνητον κέκτηται. καὶ δυεῖν ἔλεγε δεῖν γενέσθαι τὸ ἕτερον, ἢ τὸν μαγγλαβίτην Βασίλειον τὸν τοῦ Πικρίδου υἱὸν σὺν τῷ κτήματι καὶ τὸν χρυσόβουλλον λόγον λαχεῖν, καὶ τὴν δεσποτείαν ἔχειν ἀπαρασάλευτον, ἢ παραχωρῆσαι τούτῳ τοῦ κτήματος, καὶ μὴ τὸν μὲν ἔχειν τὴν κτῆσιν, τὸν δὲ τὸ κῦρος τῆς δεσποτείας τῆς κτήσεως. Τοιαύτη μὲν αὐτῷ ἡ τῆς δίκης εἰσαγωγή, εἰ καὶ μὴ τοιαύτη· πρόσωπον γὰρ καὶ μορφήν τινα κρείττονα ὁ λόγος ἀττικίσας αὐτῆ περιτέθεικεν· ὡς γὰρ παρὰ τῆς ἐκείνου γλώττης ἐχεῖτο, ἀνείδεός τις ἐδόκει καὶ δικαστηρίοις καὶ νόμοις παντελῶς ἀπαράδεκτος. ὁ δὲ μαγγλαβίτης Βασίλειος, ταῖς ὀλίγαις ταύταις προτάσεσιν ἀντιθέσεις ἀπεδίδου πολλαπλασίονας, ὡς κτήσαιτο μὲν ὁ πάππος διὰ δωρεᾶς τὸ προάστειον, ἀποποιήσαιτο δὲ διὰ πράσεως, ὡς ὁ ἐκείνου μὲν υἱός, τούτου δὲ πατήρ, τοῦ κτήματος εἰδὼς τὴν ἐκποίησιν ἐφ' ὅλον τὸν βίον ἡσύχασε, τὴν τοῦ πατρὸς πρᾶξιν αἰδούμενος. ὡς ἐπὶ τῇ πράσει προικῴα δόσις προέβη τοῦ κτήματος, ὡς ἐπὶ ταύτῃ πρᾶσις αὖθις ἑτέρα, καὶ μετὰ ταύτην ἑτέρα, καὶ αὖθις ἀγὼν περὶ αὐτοῦ, καὶ ἐπὶ τῷ ἀγῶνι διάλυσις, καὶ πάλιν πρᾶσις ἑτέρα καὶ δικαστικὸν ἐπὶ ταύτῃ δικαίωμα καὶ ὡς σειρᾶς δίκην ἀλλήλων τὰ πάντα ἔχονται, θάτερον ἠρτημένον θατέρου, καὶ συνῳδὰ πάντα ἀλλήλοις καὶ σύμφωνα, θατέρῳ θάτερον βεβαιούμενον, καὶ τὸ μὲν ὑποστηρίζον, τὸ δὲ ὑποστηριζόμενον, καὶ τὸ μὲν κρηπίδος ἔχον λόγον καὶ βάσεως, τὸ δὲ οἰκοδομῆς καὶ ὑψώσεως, καὶ ὡς εἴ πού τι διὰ μέσου νενόσηκε, δι' ἑτέρας πράξεως τεθεράπευται. καὶ ἡ μὲν γλῶττα ἔλεγε ταῦτα, ἡ δὲ χεὶρ σφάκελλον ἐπεδίδου δικαιωμάτων, τὴν τομὴν πᾶσαν τῆς ἀντιθέσεως αὐτοῖς