τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦν ται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον τό· Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι· κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ διδόντος τὸ πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τὰ δικαιώματα, ἐν τῷ τὸ ἐμποδίζον ὑπεξῃρηκέναι, τὴν λιθίνην καρδίαν, καὶ τὸ κρεῖττον ἐντεθεικέναι, τὴν σαρκίνην. ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς πυθομένους, διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ· Ἵνα, φησὶν, βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκού ωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ ἐν ἄλλοις· Καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν. καὶ ἐν ἄλλοις· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκλη ρύνει. ἐρεῖς μοι οὖν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; καί· Ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος, καὶ οὐκ ἐξ ἡμῶν. Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; καὶ πάλιν· Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ταῦτα γὰρ καθ' ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολ λύντος οὓς ἐὰν αὐτὸς βούληται. 21.7 Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν περὶ τοῦ Φαραὼ εἰρη μένων ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινὲς, σχεδὸν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἰσάγειν ἀπολ λυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικοὺς σκληρύνοντος δὲ τοὺς χοϊκούς· φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν εἰ χοϊκῆς φύσεως ὁ Φαραὼ ἦν· ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοϊκῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν καὶ πάντως ἐπείσθη ἂν, ἅτε οὐκ ὢν χοϊκὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρ δίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς, εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως ἦν ἀπολλυ μένης ὁ Φαραώ. τὸ δ' αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀπο στόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκλη ρύνει ὁ θεός; τοὺς ἀπολλυμένους, ὥς τι πεισομένους εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθη σομένους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵν' ὅπερ ἐπιδέχονται μὴ λάβωσι τὸ ἀπολέσθαι, ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. 21.8 Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ Ἐσκλήρυνε, τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν; τηρείτωσαν γὰρ καὶ ἔννοιαν θεοῦ κατὰ μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παραστησάτωσαν πῶς ὁ ἀγαθὸς καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ' αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται, λέγων· Σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. Ἰδοὺ, πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ τὸν πρωτότοκόν σου· καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως