1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

66

ΚΑʹ. -Περὶ ἐπαγγελιῶν. Ἐπηγγείλατο δὲ δώσειν ὁ μεγαλόδωρος, ἐπίκηρον μὲν οὐδὲν οὐδὲ πρόσκαιρον, αἰώνιον δὲ ἀπόλαυσιν τῶν ἀγαθῶν· οὐ γὰρ, κατὰ τὴν Κηρίνθου, καὶ τῶν ἐκείνῳ παραπλησίων, ἐπίγειος ἔσται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, οὐ χρόνῳ περιγεγραμμένη ῥητῷ. Ἐκεῖνοι γὰρ φανταζέσθωσαν τῶν χιλίων ἐτῶν τὴν περίοδον, καὶ τὴν φθειρομένην χλιδὴν, καὶ τὰς ἄλλας ἡδυπαθείας, καὶ πρὸς τούτοις τὰς θυσίας, καὶ τὰς Ἰουδαϊκὰς πανηγύρεις· ἡμεῖς γὰρ τὴν ἀγήρω προσμένομεν βιοτήν. "Οὗτοι γὰρ, φησὶν ὁ Κύριος, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον." Καὶ πάλιν· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου." Καὶ, "Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Καί· "Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Καὶ τοῖς θείοις δὲ ἀποστόλοις κηρύττουσι λέγειν ἐκέλευσεν· "Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν." Καὶ ἑτέ ρωθι πρὸς αὐτοὺς εἴρηκεν· "Ὅταν ὑψωθῶ ἐκ 83.521 τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ αὖ θις· "Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου· εἰ δὲ μή γε, εἶπον ἂν ὑμῖν ὅτι πορεύσομαι καὶ ἑτοι μάσω τόπον ὑμῖν." Καί· "Πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν' ὅπου ἐγώ εἰμι, ἦτε καὶ ὑμεῖς." Καὶ πάλιν· "Ὁ ἐσθίων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον." Καὶ μέντοι καὶ πρὸς τὸν Πατέρα διαλεγόμενος, οὕτως ἔφη· "Πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵν' ὅπου ἐγώ εἰμι, καὶ ἐκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ κατα βολῆς κόσμου." Ταῦτα μεμαθηκὼς ὁ θεῖος Ἀπό στολος, ἔλεγεν· "Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." Καὶ πάλιν· "Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν." Καὶ Ῥωμαίοις δὲ ἐπι στέλλων ἔφη· "Εἰ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θά νατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερ βολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργά ζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσ καιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια." Ὁ δὲ τῶν ἀγαθῶν κολοφὼν, τὸ ἁμαρτίας ἐλευθέραν εἶναι τὴν ἐπηγγελμένην ζωήν. Ἀφθάρτων γὰρ τῶν σωμάτων ἀνισταμένων καὶ τῶν ψυχῶν τὸ ἄτρεπτον δεχομέ νων, οὐδὲ μίαν λοιπὸν ἕξει χώραν ἡ ἁμαρτία. Τῆς δὲ ἁμαρτίας ἐκποδὼν γενομένης, καὶ τοῦ διαβόλου μετὰ τῶν δαιμόνων τῇ γεέννῃ παραδοθέντος, παυ θήσονται καὶ τῶν ἀγώνων οἱ πόνοι, καὶ τῆς ἥττης τὸ δέος, καὶ ἡ περὶ τῆς νίκης φροντίς. Ἄλυπος δὲ βίος καὶ θυμήρης τοῖς ἀξίοις δοθήσεται, καὶ φωτὸς ἀπολαύσουσι νοεροῦ τε καὶ θείου, μᾶλλον δὲ αὐτοὶ φωτοειδεῖς γενήσονται. "Τότε γὰρ, φησὶν ὁ Κύριος, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος." ΚΒʹ. -Περὶ τῆς δευτέρας τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν ἐπιφανείας. Ἔσται δὲ ταῦτα μετὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Οὕτω γὰρ καὶ τοῖς ἀποστόλοις ὑπέσχετο· "Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς." Καὶ αὖθις· "Πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς καὶ παραλή ψομαι ὑμᾶς πρὸς ἐμαυτόν." Καὶ ἐν ἑτέρῳ χωρίῳ· "Τότε ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐν τῇ δόξῃ αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ. Τότε καθί σει ἐπὶ θρόνου δόξης αὑτοῦ, καὶ συναχθήσε ται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορί 83.524 σει αὐτοὺς ἀπ'