66
κριθὰς, καὶ ἄλευρον· καὶ κύαμον, καὶ φακὸν, καὶ ἕτερά τινα τῷ ∆αβὶδ προσήνεγκαν καὶ τῷ λαῷ, ὅτι ἔλε γον τὸν λαὸν πεινᾷν καὶ ἐκλελῦσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ." ιβʹ. "Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου." Οἱ ἐχθροί μου, φησὶν, ἐν εὐθυμίᾳ, ἐγὼ δὲ καταγέλαστός εἰμι, καὶ τοῖς ὁμόροις ἐπίχαρ τος, καὶ τοῖς γνωρίμοις ἐπίφοβος. Καὶ σαφέστερον τοῦτο διδάσκων ἐπήγαγεν· "Οἱ θεωροῦντές με ἔξω, ἔφυγον ἀπ' ἐμοῦ." ∆εδίασι γὰρ συγγενέσθαι μοι, ἵνα μὴ τοῖς ἐμοῖς ἐχθροῖς περιπέσωσιν. ιγʹ. "Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενή θην ὡσεὶ σκεῦος ἀπολωλός." Ἀπέγνωσάν με, φησὶν, ἅπαντες, δίκην σκεύους ἀπολωλότος, καὶ νε κροῦ τάφον οἰκοῦντος. [Ἔδειξε τὴν ὑπερβολὴν τῆς ἐπιλησμονῆς ἀπὸ τῆς τοῦ σκεύους ἀτιμίας· ὥσπερ γὰρ, φησὶν, ἀπολλύμενον ἐκεῖνο ταχέως τῆς τῶν ἀπολωλεκότων ἐξορίζεται μνήμης διὰ τὸ εὐτελὲς, οὕτω κἀγὼ λελόγισμαι αὐτοῖς ὡς οὐδὲν ὢν οὐδὲ γε γονώς ποτε λόγου τινὸς ἄξιος.] ιδʹ. "Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυ κλόθεν." Ταῦτα δὲ οὐ τοπάζων λέγω, ἀλλὰ ταῖς ἀκοαῖς τὰ ὀνείδη δεξάμενος. Σημαίνει δὲ διὰ τούτων καὶ τὰς τοῦ Σεμεεὶ λοιδορίας. "Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. [ιεʹ, ιʹ.] Ἐγὼ δὲ ἐπὶ σὲ, Κύριε, ἤλπισα· εἶπον, Σὺ εἶ ὁ Θεός μου. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον, ἐγὼ δέ σε Θεὸν οἶδα καὶ πρύτανιν. Τοῦτο γὰρ λέγει· "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου," ἢ ὡς οἱ λοι ποὶ, ἐν ταῖς χερσί σου οἱ καιροί μου, ἀντὶ τοῦ, Σὺ ἀποκληροῖς ὡς ἐθέλεις ἑκάστῳ καὶ ἀθυμίας καὶ θυμηδίας, καὶ μεταβάλλεις ταῦτα πάλιν πρὸς τὸ δο κοῦν. Καιροὺς γὰρ, ἢ κλήρους, καλεῖ τὰς τῶν 80.1084 πραγμάτων μεταβολὰς, πλοῦτον καὶ πενίαν, δου λείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον, καὶ τἄλλα τὰ τοιαῦτα ὁμοίως. "Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με." Εἶτα δείκνυσι καὶ τὸν τῆς λυτρώσεως τρόπον. ιζʹ. "Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου." Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυ θήσεται. ιηʹ. "Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσά μην σε, αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου." Καὶ ἐντεῦθεν μανθάνομεν, ὡς πολλὴν διαφορὰν ἁμαρτία πρὸς ἀσέβειαν ἔχει. ∆ιὸ καὶ ὁ μέγας παρακαλεῖ ∆αβὶδ, αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ δυσσεβείᾳ συζῶντας μετ' αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι. ιθʹ. "Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λα λοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει." Τοῦ Ἀχιτόφελ ἐνταῦθα προλέγει τὸν θάνατον, ὃς φίλος ὢν τοῦ ∆αβὶδ καὶ σύμβουλος, τὸν παλαιὸν ἐγύμνωσε δόλον, καὶ κατὰ τοῦ μηδὲν ἠδικηκότος τὴν γλῶτταν ἐκίνησεν. Ὑπερηφανίαν δὲ καὶ ἐξουδένωσιν τὴν συμβουλὴν ἐκείνην εἰκότως ἐκά λεσεν· ἐπειδὴ παῖδα κατὰ τοῦ πατρὸς διήγειρεν εἰς σφαγήν. κʹ. "Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε!" Πάλιν τὸ, ὡς, ἐνταῦθα οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς τέθεικε. ∆ιόπερ Ἀκύλας καὶ Σύμμαχος οὕτως ἡρμή νευσαν· Τί πολὺ τὸ ἀγαθόν σου, ὃ ἔκρυψας ἀπόθετον τοῖς φοβουμένοις σε! Ταύτην δὲ τὸ ῥητὸν τὴν διάνοιαν ἔχει· Τῶν φοβουμένων σε, φησὶ, ∆έσποτα, τοὺς μὲν μισθοὺς καὶ τὰ ἔπαθλα κρύπτεις· καὶ ταῦτα πολλὰ ὄντα, καὶ μεγάλα, καὶ θαυμαστά· ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις προσπαλαίειν ἐᾷς. Ἀλλ' ὅμως ἔστιν ὅτε καὶ γυμνοῖς τὰ βραβεῖα, παραθαῤ ῥύνων τοὺς ἀθλητάς. Τοῦτο γὰρ ἐπήγαγεν· "Ἐξ ειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων." Εἶτα τὴν γινομένην αὐτῶν κατὰ μέρος διέξεισι πρόνοιαν. καʹ. "Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν." Ἀρκεῖ σου, φησὶν, ἡ ἐπιφάνεια· τοῦτο γὰρ καλεῖ πρόσω πον· πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης 80.1085 ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι. Ταύτης δὲ καὶ αὐτὸς τῆς προνοίας