66
θεὸς τὴν εὐμένειαν ἐχαρίσατο. καλὸν οὖν, καλόν, καὶ τὸ ἕνα καὶ δικαίως παρρησιάζεσθαι, καὶ τὴν τῶν πολλῶν συμφωνίαν ἄδικον λύεσθαι. Ἀλλὰ σὺ μὲν προτίμησον, εἰ δοκεῖ, τοῦ σῳζομένου Νῶε τὸ ὑποβρύχιον πλῆθος, ἐμοὶ δὲ συγχώρησον τοῖς ὀλίγοις τῇ κιβωτῷ προσδραμεῖν· καὶ πάλιν, εἰ βούλει, τάξον σαυτὸν μετὰ τῶν πολλῶν ἐν Σοδόμοις, ἐγὼ δὲ συνοδεύσω τῷ Λώτ, κἂν μόνος τῶν ὄχλων συμφερόντως χωρίζεται. πλὴν ἐμοὶ καὶ πλῆθος αἰδέσιμον, οὐ τὸ φεῦγον ἐξέτασιν, ἀλλὰ τὸ παρέχον ἀπόδειξιν, οὐ τὸ πικρῶς ἀμυνόμενον, ἀλλὰ τὸ πατρικῶς διορθούμενον, οὐ τὸ χαῖρον καινοτομίᾳ, ἀλλὰ τὸ φυλάσσον πατρῴαν κληρονομίαν. ποῖον δέ μοι καὶ πλῆθος λέγεις; τὸ μιστωθὲν κολακείᾳ καὶ δώροις; τὸ κλαπὲν ἀμαθίᾳ τε καὶ ἀγνοίᾳ; τὸ πεπτωκὸς δειλίᾳ καὶ φόβῳ; τὸ προτιμῆσαν πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς; ἃ πολλοὶ φανερῶς ὡμολόγησαν; πλήθει τὸ ψεῦδος κρατύνεις, ἔδειξας τοῦ δεινοῦ τὴν ἐπίτασιν· ὅσῳ γὰρ πλείους ἐν τῷ κακῷ, τοσούτῳ μείζων ἡ συμφορά. Οὕτω μὲν δὴ ταῦτα. ἰέναι δὲ ἐπὶ τὰς ἑτέρας σου προτάσεις παρέλκον ἂν εἴη, ἀγαπητέ, διὰ τὸ ἐκβαίνειν τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως ὅτι τοῖς εὐαισθήτως δεχομένοις τοὺς λόγους εὐαπάντητα εἶεν τὰ λεγόμενα. 49 {1Ναυκρατίῳ τέκνῳ}1 Φθέγγῃ καὶ διήγησαί μοι ἑκάστοτε, τέκνον μου περιπόθητον, οὐδέν τι περιττὸν καὶ εἰκαιομυθές, ἀλλ' εὔκαιρον καὶ πρεπῶδες καὶ φέρον εἰς ὄνησιν ψυχῆς, ὥσπερ καὶ τανῦν. ἐγὼ δέ σου τὸ εὔτονον ἐπαινῶν ἀποδέχομαι καὶ τὴν προκόπτουσαν διάλεξιν, ἢν ὅτι μάλιστα καλλυνεῖς, ἐὰν τῆς γραμματικῆς σχόλια δυνηθῇς ἐπιέναι· δεῖ γὰρ καὶ τῆς ἐν λόγῳ δυνάμεως καὶ πείρας μετέχειν τὸν ὀρθοδοξίας ἀντεχόμενον καὶ ἀντιφέρεσθαι τοῖς κακοδόξοις βουλόμενον. ἐπειδὴ γὰρ ἐκεῖνοι τῇ ἐντεῦθεν εἰδήσει δοκοῦντές τι μέγα ἔχειν κατακομπάζουσι, τοὺς κνηθομένους τὰς ἀκοὰς γαργαλίζοντες, κάλλιστον τοῖς ὀρθόφροσι μηδὲ τῇ τοῦ λόγου ἰσχύι ἐλλιπῶς ἔχειν καὶ καταβάλλειν αὐτῶν τὰς εὐθυβόλους ἑλεπόλεις. οὕτω μοι φίλον δυναμοῦσθαί σε, τέκνον. οὐ πάντως δὲ ὃ ἐπὶ σοὶ βούλομαι καὶ ἐπὶ παντὸς διὰ τὸ ἄλλον ἄλλως ἔχειν κατὰ ἕξιν καὶ συμφέρειν. Κεκοίμηται δέ, ἔφης, ὁ ἀδελφὸς Φίλιππος καὶ Φίλων. καὶ εὖγε, εὖγε, ὅτι ἀμφότεροι τέλει ἀγαθῷ, οὐχ ὅτι τὰ προτέλεια ψεκτὰ (πῶς γὰρ οἱ ἀπειπάμενοι κόσμῳ σάρκα καὶ αἷμα καὶ εὐαφῆ τὴν τῆς ὑποταγῆς ζεύγλην ἑαυτοῖς ὑποθέμενοι;), ἀλλ' ὅτι τοῦ ἀκροτάτου μακαρισμοῦ τετυχήκασι, διὰ Κύριον δεδιωγμένοι, θλιβόμενοι καὶ στενοχωρούμενοι. καὶ πρὸς ταῦτα οὐδεὶς ὁ ἀντιλέγων ἢ οἱ τὸ εὐαγγέλιον ἠθετηκότες δυσώνυμοι μοιχειανοί. καὶ τῷ μὲν Φίλωνι φίλον μέχρι τοῦδε στῆσαι τὸν ἔπαινον, τὰ δὲ τοῦ καλοῦ Φιλίππου πολλὰ κατορθώματα, ἃ αὐτὸς προκατέλεξας. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἄπλαστον αὐτοῦ καὶ ἀκέραιον θαυμάζω, τό τε ἀόργητον καὶ ἀμνησίκακον, φιλοσυμπαθές τε καὶ φιλάδελφον, εὐήκοόν τε καὶ ἀνολίγωρον καί, συντόμως εἰπεῖν, ἀπαθές, ἐξ οὗ καὶ τὸ εὐκατάνυκτον, μισόκοσμόν τε καὶ φιλόθεον καὶ ἀπαρρησίαστον. λέγε σύ, ὡς καὶ προύφηνας, τὸ πολύδακρυ τοῦ ἀνδρός, τὸ φιλοπάτριον καὶ φιλακόλουθον, κἀν τοῖς κινδύνοις τὸ ἀγωνιστικὸν καὶ σπουδαῖον καὶ ἀγόγγυστον καθόλου, καὶ τὸ οἱονεὶ ἀειθαλὲς τῆς πολυανθοῦς αὐτοῦ ψυχῆς τῶν ἀρετῶν. Καλῶς ἔχει καὶ τὰ τοῦ στερροῦ Γαϊανοῦ, διελθόντος ἐν παντὶ τόπῳ σχεδόν, ἔνθα ἡ διασπορὰ τῶν ἀδελφῶν. καὶ ὅτι ὑγιαίνουσι, χάρις τῷ δεσπότῃ θεῷ· ὅτι οὐ καταπίπτουσιν ἐν ταῖς θλίψεσιν, ἀλλὰ μᾶλλον ἀνδρειοῦνται, δόξα τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ· ὅτι ἀπελαύνονται μηδὲ σκέπης ἀξιούμενοι παρά τινων μοναστῶν, μάλιστα πανδημινῶν συμπεφωνηκότων ὁμοῦ ἐν τούτῳ, μὴ θαυμάσῃς. γέγραπται· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. μὴ γὰρ τὸν ταῦτα φήσαντα Χριστὸν τὸν θεὸν ἡμῶν οὐκ ἀπώσαντο οἱ τάλανες; καὶ γοῦν φησὶν ὁ τῆς βροντῆς υἱός· εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί οὖν ἐστι τὸ διάφορον, εἰ οἱ μὲν Χριστὸν οὐχ ὑπεδέξαντο, τὸν λυτρωτὴν τοῦ κόσμου, οἱ δὲ τοὺς ἕνεκεν ἐκείνου καὶ τοῦ αὐτοῦ