1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

66

Λογγῖνον, τὸν μάγιστρον ὄντα καὶ φίλον αὐτοῦ, καὶ τούτοις θαρρήσας ἀπονητὶ τὴν βασιλείαν ἔχειν ᾤετο. τῆς δὲ Ἀρεάδνης καὶ τῆς συγκλήτου βουλῆς καὶ τοῦ στρατεύματος παντὸς Ἀναστάσιον τὸν σιλεντιάριον ἀναγορευσάντων βασιλέα, τῆς ἐλπίδος ὁ Λογγῖνος ἠστόχησεν. βασιλεύσας οὖν ὁ Ἀναστάσιος ἔγγραφον ἠπαιτήθη ὁμολογίαν παρὰ Εὐφημίου πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῶν Χριστιανῶν καὶ τῆς βασιλείας. βιαζομένης δὲ αὐτὸν τῆς βασιλίδος Ἀρεάδνης καὶ τῆς συγκλήτου, ἔλαβεν αὐτοῦ τὸ ἰδιόχειρον, ὡς ἀποδέχεται εἰς ὅρον πίστεως τὰ δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου. καὶ οὕτω στεφθεὶς [ὑπ' αὐτοῦ] Ἀρεάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοικήσας. Μανιχαῖοι δὲ καὶ Ἀρειανοὶ ἔχαιρον ἐπὶ Ἀναστασίῳ, Μανιχαῖοι μὲν ὡς τῆς μητρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσφιλοῦς αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον, τὸν θεῖον αὐτοῦ, ἀδελφὸν τῆς αὐτῆς κακόφρονος μητρός, ὁμόδοξον ἔχοντες. τοῦτο δὲ τὸ ἔτος, ἐν ᾧ Ζήνων τέθνηκε καὶ Ἀναστάσιος ἐβασίλευσεν, ἀπὸ Ἀδὰμ μὲν κατὰ Ῥωμαίους εϠϟθʹ, κατὰ δὲ τὸν ἀκριβῆ καὶ ἀληθινὸν ψῆφον Ἀλεξανδρέων εϠπγʹ, ἀπὸ δὲ τῆς ἀρχῆς ∆ιοκλητιανοῦ σζʹ, τῆς δὲ θείας σαρκώσεως υπγʹ, ἰνδικτιῶνος ιδʹ. ἐστέφθη δὲ Ἀναστάσιος τῇ προγεγραμμένῃ ιδʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιδʹ, ἡμέρᾳ πέμπτῃ τῇ μεγάλῃ τοῦ πάσχα ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου. Κόσμου ἔτη εϠπδʹ. Τῆς θείας σαρκώσεως ἔτη υπδʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. αʹ. Περσῶν βασιλεὺς ὁ Περόζου παῖς Ζάμασφος ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. γʹ. 137 Τούτῳ τῷ ἔτει βασιλεύσαντος Ἀναστασίου τοῦ ∆οραχιτιανοῦ τοῦ ∆ικόρου, ἐστασίασε κατ' αὐτοῦ Λογγῖνος, ὁ Ζήνωνος ἀδελφός, ὃν χειρωσάμενος ἐπ' Αἴγυπτον πέμπει ἐξόριστον ἐν Ἀλεξανδρείᾳ καὶ ἐκέλευσε χειροτονηθῆναι αὐτὸν πρεσβύτερον. ἑπταετίαν δὲ ἐπιβιοὺς ἐν Ἀλεξανδρείᾳ ἐτελεύτησεν. ὑποψίαν δὲ ἔχων καὶ περὶ Λογγῖνον τὸν μάγιστρον ὁ βασιλεὺς καὶ τοὺς ἐπιδημοῦντας Ἰσαύρους παύει τὸν Λογγῖνον τοῦ μαγιστρίου. Πέτρου δὲ τοῦ Κναφέως ἐν Ἀντιοχείᾳ ὄντος ἐκ τῆς ἐξορίας ἐπανελθεῖν εἰς τὸν ἴδιον θρόνον [δυσωποῦντος,] ὁ βασιλεὺς τῆς ἐξορίας μὲν τοῦτον ἀνεκαλέσατο, εἰς δὲ Ἀντιόχειαν ἀπελθεῖν οὐ κατεδέξατο, Παλλάδιον δὲ χειροτονηθῆναι ἐν Ἀντιοχείᾳ ἐποίησεν. Εὐφήμιος δὲ ὁ Κωνσταντινουπόλεως συναγαγὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐκύρωσεν. Ἰωάννης δὲ ὁ Ταβεννησιώτης ἐν Ῥώμῃ ὢν ἤκουσεν ὅτι Ἀναστάσιος ἐβασίλευσεν, καὶ ἦλθεν εἰς τὸ Βυζάντιον ἀγαθὰς ἀμοιβὰς ἐλπίζων παρ' αὐτοῦ, ἀνθ' ὧν ἦν ἐν Ἀλεξανδρείᾳ πεποιηκὼς αὐτῷ οἰκονομίαν, ὃν καὶ γυμνὸν ἀπὸ ναυαγίου δεξάμενος καὶ συγκροτήσας οὕτως, ὡς ἀναίσθητον αὐτὸν ποιῆσαι τῆς συμφορᾶς. Ἀναστάσιος δὲ ἀκούσας, ὅτι παρεγένετο, ἀγνωμοσύνῃ πολλῇ τοῦτον ἐξορισθῆναι προσέταξε μηδ' ὅλως αὐτὸν δεξάμενος. Ἰωάννης δὲ τοῦτο προγνοὺς ἐπὶ Ῥώμην φεύγων διεσώθη. Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ. βʹ. βʹ. αʹ. δʹ. ιζʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς τοὺς ἐν Κωνσταντινουπόλει Ἰσαύρους διὰ πολλὰς ἀτοπίας ἐδίωξεν, οἳ ἐξελθόντες τυραννίδα ἐμελέτησαν. Λογγῖνος δὲ ὁ ἀπὸ μαγίστρων συλλαβὼν τούτους τε καὶ ἄλλην δύναμιν βαρβάρων καὶ λῃστῶν ὡς ιεʹ μυριάδας, ὅπλων τε καὶ χρημάτων εὐπορίᾳ θαρρῶν ἐν Ἰσαυρίᾳ παρὰ Ζήνωνος τεθειμένων, παραγίνεται εἰς τὴν τῶν Ἰσαύρων χώραν, ἐνδεδωκότος τοῦ βασιλέως τὴν ἔξοδον, καίτοιγε ὑποτοπάζοντος τὴν ἐπίθεσιν. παραχρῆμα δὲ ἐπανίσταται καὶ μέχρι Φρυγίας καὶ τοῦ Κοτυαείου 138 χωρεῖ, πόλεις τε πολλὰς ληϊζόμενος, πλὴν οὐκ αὐτὸς ἡγούμενος τοῦ στρατεύματος. Νινίλιγγις γὰρ ἦν, ὁ τῆς Ἰσαυρίας ἡγεμὼν ἐπὶ Ζήνωνος καταστάς, ἀνὴρ θρασύτατος, καὶ Ἀθηνόδωρος, ἁπλούστατος ἄνθρωπος, εἷς