1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

67

28. Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες τούς τε σπαλίωνας ἐνέπρησαν καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέ λειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης ἀρθείσης οἱ τὴν ὕλην κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν ἐς ὕψος ἀνέρποντα καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὥς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. 2 τοιγάρτοι ξὺν πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς ἀφικέσθαι. ἅμιλλά τε ἦν αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι ξυμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκό μενοι κατεκτείνοντο, ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπο 121 λώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. 3 τοσούτοις ἀνδράσιν ἐργοπόνοις καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν ἔς τε παράτα ξιν οὐπώποτε ἀφιγμένοις αὐτομάτου τινὸς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. 4 τούτων δὲ ὧδε ξυνενεχθέντων οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστα, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι, εἴ γε ἄρα καὶ ἀναμαχεῖσθαι οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι), τούτους δὲ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθυμίας ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους. 5 τοὺς δὲ τῶν πολε μίων νεκροὺς σκυλεύσαντες ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρη μάτων περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ στρεπτοὺς γὰρ παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια καὶ ἄλλα ἄττα τοιάδε θηλυπρε πῆ ποικίλματα καὶ περίεργα, ὁποίοις οἱ ἐντιμότεροι τῶν Μήδων ἐναγ λαΐζονται, τοῦ μᾶλλον εἶναι ἀρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσ θαι. 6 ὁ δὲ Ναχοραγάν, ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι καὶ ἐς τόδε ξυσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν ∆ιλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ στάδιον καὶ ἐς ἐκείνους ὁρᾶν τοὺς Ῥωμαίους ἀναπείσας ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅ γε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. 7 ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληλύθει, τότε δὴ καὶ οἱ ∆ιλιμνῖται λύσαντες τὴν τάξιν εὐκο λώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. 8 παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη Περσικὴ ἀπόμοιρα, οἳ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ᾗπέρ μοι ἤδη ἐρρήθη. 9 γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ Πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκρά τουν, αὐτίκα οἵ γε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων 122 ἀποκεκριμένην διανύσαντες ἐς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι ἀκλεέστερον μετειληφότες. 10 ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυνα γηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς δυνάμεως καταλιπὼν ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ Πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν ὡς ἐκεῖσε διαχειμάσων. 123