τρυφάς, τὰς ἑαυτῶν ἁμαρτίας, οἱ δὲ τούτων ἐπιεικέστεροι γνωρίζουσι μὲν 2.10.99.3 οὔσας αὐτὰς ἁμαρτίας, ἡττῶνται δὲ τῶν ἡδονῶν. Καὶ τὸ σκότος αὐτοῖς ἐστι προκάλυμμα τῶν παθῶν· μοιχεύει γὰρ τὸν ἑαυτοῦ γάμον ὁ ἑταιριζόμενος αὐτόν, καὶ οὐκ ἀκούει τοῦ παιδαγωγοῦ βοῶντος· Ὁ ἄνθρωπος ὁ ἀναβαίνων ἐπὶ τῆς κλίνης αὐτοῦ, ὁ λέγων ἐν τῇ ψυχῇ· Τίς με ὁρᾷ; Σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοι σκέπη μου, καὶ οὐδεὶς βλέπει τὰς ἁμαρτίας μου· τί εὐλαβοῦμαι; 2.10.99.4 Μὴ μνησθήσεται ὁ ὕψιστος. Ταλάντατος μὲν οὗτος, ὀφθαλμοὺς ἀνθρώπων δεδιὼς μόνους, λήσειν δὲ τὸν θεὸν ὑπονοῶν. Οὐ γὰρ γινώσκει, φησὶν ἡ γραφή, ὅτι ὀφθαλμοὶ κυρίου ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἳ ἐπιβλέπουσι πάσας ὁδοὺς 2.10.99.5 ἀνθρώπων καὶ κατανοοῦσιν εἰς ἀπόκρυφα μέρη. Ταύτῃ τε πάλιν ὁ παιδαγωγὸς αὐτοῖς ἀπειλεῖ διὰ Ἡσαΐου λέγων· Οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἐροῦσι· τίς ἡμᾶς ὁρᾷ; Λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡράκλειτος· Τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι; 2.10.99.6 Μηδαμῶς τοίνυν ἐπικαλυπτώμεθα τὸ σκότος, τὸ γὰρ φῶς ἔνοικον ἡμῖν· καὶ ἡ σκοτία, φησίν, αὐτὸ οὐ καταλαμβάνει, καταυγάζεται δὲ αὐτὸ ἡ νὺξ τῷ σώφρονι λογισμῷ· λογισμοὺς δὲ ἀνδρῶν ἀγαθῶν οὓς ἀκοιμήτους λύχνους ὠνόμασεν ἡ γραφή. 2.10.100.1 Καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ' οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστίν, πᾶς δὲ ὃς ἁμαρτάνει, καὶ ἀδικεῖ εὐθύς, οὐχ οὕτως τὸν πέλας, ἂν μοιχεύῃ, ὡς ἑαυτόν, ὅτι μεμοίχευκεν· ἀλλὰ πάντως αὑτὸν χείρονα ἀποφαίνει καὶ ἀτιμότερον. Ὁ γὰρ ἁμαρτάνων, παρ' ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος αὐτὸς αὑτοῦ· πάντως δὲ ἤδη που καὶ ἀκολασία πρόσεστι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς· διὸ καὶ πάντως ὁ πορνεύων ἀπέθανεν θεῷ, καὶ καταλέλειπται ὑπὸ τοῦ λόγου, καθάπερ ὑπὸ τοῦ πνεύματος, νεκρός. Βδελύττεται γὰρ 2.10.100.2 τὸ ἅγιον μολύνεσθαι, ὥσπερ οὖν εἰκός. Ἀεὶ δὲ καθαρῷ καθαροῦ θέμις θιγγάνειν· μὴ δὴ ἅμα χιτῶνι ἀποδυομένῳ ἀποδυσώμεθα καὶ τὴν αἰδῶ ποτε, ἐπεὶ οὐδέποτε τῷ δικαίῳ σωφροσύνην ἀποδύσασθαι θέμις. Ἰδοὺ γὰρ τὸ φθαρτὸν τοῦτο ἐπενδύσεται ἀφθαρσίαν, ὁπηνίκα ἂν τὸ ἀκόρεστον τῆς ἐπιθυμίας, τὸ εἰς ἀσέλγειαν ῥέον, ἐγκρατείᾳ παιδαγωγούμενον, ἀνέραστον γενόμενον τῆς φθορᾶς, 2.10.100.3 ἀιδίῳ σωφροσύνῃ παραχωρήσῃ τὸν ἄνθρωπον· Ἐν γὰρ τῷ αἰῶνι τούτῳ γαμοῦσι καὶ γαμίσκονται, καταργήσαντες δὲ τὰ τῆς σαρκὸς ἔργα, αὐτῇ καθαρᾷ τῇ σαρκὶ ἐπενδυσάμενοι τὴν ἀφθαρ 2.10.100.4 σίαν τὸ πρὸς μέτρον τῶν ἀγγέλων διώκομεν. Ταύτῃ τοι καὶ Πλάτων ἐν Φιλήβῳ ὁ τῆς βαρβάρου μαθητὴς φιλοσοφίας ἀθέους κέκληκε μυστικῶς τοὺς τὸν θεὸν τὸν ἔνοικον αὐτοῖς, τὸν λόγον, διαφθείροντας καὶ μιαίνοντας τὸ ὅσον ἐφ' ἑαυτοῖς ἐν τῇ τῶν παθῶν οἰκειώσει. 2.10.101.1 Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ ποιη2.10.101.2 τέον. Μέμνησθε γὰρ τὰς τέτταρας καὶ εἴκοσι χιλιάδας διὰ πορνείαν ἀπωσμένας, τὰ δὲ παθήματα τῶν πορνευσάντων, ὡς ἤδη μοι λέλεκται, τύποι παιδαγωγοῦντες ἡμῶν τὰς ἐπιθυμίας εἰσίν. Ἡμῖν δὲ ὁ παιδαγωγὸς παραινεῖ σαφέστατα· Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· 2.10.101.3 οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἐκβήσεται, σῆψις καὶ σκώληξ κληρονομήσουσιν αὐτόν, καὶ ἐξαρθήσεται ἐν παραδειγματισμῷ μείζονι, καὶ πάλιν οὐ γὰρ ἀποκάμνει ὠφελῶν· ὁ δὲ ἀντοφθαλμῶν ἡδονῇ στεφανοῖ τὴν ζωὴν αὐτοῦ. 2.10.102.1 Οὔκουν ἀφροδισίων ἡττᾶσθαι δίκαιον οὐδὲ μὴν κεχηνέναι περὶ τὰς ἐπιθυμίας, ἀλλ' οὐδὲ ἐκπαθαίνεσθαι περὶ τὰς ἀλόγους ὀρέξεις οὐδὲ ἐπιθυμεῖν μολύνεσθαι. Σπείρειν δὲ μόνον ἐπιτέτραπται τῷ γήμαντι ὡς γεωργῷ τὸ τηνικάδε, ὁπηνίκα ὁ καιρὸς δέχεται τὸν σπόρον. 2.10βις.102.2 Πρὸς δὲ δὴ τὴν ἄλλην