67
δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχον- τάς τε μετὰ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυ- χίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως· Ἀρχόμενος τὸν ὑπὲρ θεοσεβείας λόγον ποιεῖσθαι τοῖς παντελῶς ἀγνοοῦσι τὰ πάντα καὶ ὑπὸ τῶν τοῦ ἀντικειμένου ἡμῖν Σίμωνος διαβολῶν ἐσπιλω- μένοις τὸν νοῦν, ἀναγκαῖον ἡγησάμην πρῶτον ὑπὲρ τοῦ μὴ δεῖν μέμφεσθαι τὸν τὰ πάντα πεποιηκότα θεὸν τὸν λόγον ποιήσασθαι, οὐκ ἄλλοθεν ἀρχό- μενος ἢ ἀπ' αὐτῆς τῆς κατὰ πρόνοιαν ὑπ' αὐτοῦ εὐκαίρως ὑποβληθείσης προφάσεως, ἵνα γνωσθῇ ὡς εὐλόγως οἱ πολλοὶ ὑπὸ πολλῶν δαιμόνων συνεσχέ- θησαν καὶ ὑπὸ ἀλλοκότων παθῶν κατελήφθησαν, ὅπως καὶ ἐν τούτῳ τὸ τοῦ θεοῦ δίκαιον φανῇ. καὶ οἱ δι' ἄγνοιαν μεμφόμενοι αὐτὸν κἂν νῦν μαθόντες ὡς δεῖ φρονεῖν, δι' εὐφημίας τε καὶ εὐποιίας τοῦ προτέρου ἐγκλήματος ἑαυτοὺς ἀνακαλέσονται, αἰτίαν τοῦ κακοῦ τολμήματος τὴν ἄγνοιαν εἰς τὴν συγγνώμην προθέμενοι. ἔχει δὲ οὕτως· τοῦ μόνου ἀγαθοῦ θεοῦ τὰ πάντα καλῶς πεποιηκότος καὶ παραδεδωκότος τῷ κατ' εἰκόνα αὐτοῦ γενομένῳ ἀνθρώπῳ, ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὢν καὶ εἰδὼς τὰ ὅλα, εἰς τιμὴν τοῦ πάντα αὐτῷ δωρησαμένου πατρὸς καὶ εἰς σωτηρίαν τῶν ἐξ αὐτοῦ γενομένων υἱῶν, ὡς πατὴρ γνήσιος πρὸς τοὺς ὑπ' αὐτοῦ γενομένους παῖδας ἀποσσζων τὸ εὔνουν, βουλόμε- νος αὐτοὺς πρὸς τὸ συμφέρον αὐτοῖς φιλεῖν θεὸν καὶ φιλεῖσθαι ὑπ' αὐτοῦ, τὴν πρὸς φιλίαν αὐτοῦ ἄγουσαν ἐξέφηνεν ὁδόν, διδάξας ποίαις ἀνθρώπων πράξεσιν ὁ μόνος καὶ πάντων δεσπότης θεὸς εὐφραίνεται, καὶ τὰ ἐκείνῳ δοκοῦντα ἐκφήνας νόμον αἰώνιον ὥρισεν τοῖς ὅλοις, μήτε πο- λέμῳ ἐμπρησθῆναι δυνάμενον μήθ' ὑπὸ ἀσεβοῦς τινος ὑπονοθευόμενον μήτε ἑνὶ τόπῳ ἀποκεκρυμμένον, ἀλλὰ πᾶσιν ἀναγνωσθῆναι δυνά- μενον. ἦν οὖν αὐτοῖς ἐκ τῆς πειθαρχίας τοῦ νόμου πάντα ἄφθονα, τὰ τῶν καρπῶν κάλλιστα, τὰ τῶν ἐτῶν τέλεια καὶ ἄλυπα καὶ ἄνοσα, μετὰ πάσης τῆς τῶν ἀέρων εὐκρασίας ἀδεῶς δεδωρημένα. οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο, ὡς νομίσαι αὐτοὺς μήδ' εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος, ἵνα (ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς κακῆς δι' ἁμαρτίας κακωθεῖσιν) ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσοντα ἀντεισφέρουσα. Τῶν γὰρ τὸν οὐρανὸν ἐνοικούντων πνευμάτων οἱ τὴν κατωτάτω χώραν κατοικοῦντες ἄγγελοι, ἀχθεσθέντες ἐπὶ τῇ τῶν ἀνθρώπων εἰς θεὸν ἀχαριστίᾳ αἰτοῦνται εἰς τὸν ἀνθρώπων ἐλθεῖν βίον, ἵνα ὄντως ἄνθρωποι γενόμενοι, ἐπὶ πολιτείᾳ πλείονι τοὺς εἰς αὐτὸν ἀχαριστήσαντας ἐλέγξαντες