1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

67

νεωτέρους ἐν τῇ πόλει καὶ τὰ πεμπόμενα." Καὶ δὴ τῷ τρόπῳ τούτῳ ἐπὶ διετῆ χρόνον ἐκ τοῦ κατὰ μέρος ἐρχομένων τῶν Βοσποριανῶν μετὰ τῶν ξενίων πρὸς τὸ μὴ γνωσθῆναι τῇ πόλει τὸν δόλον ἔφερε μὲν αὐτοὺς πεζικῶς ἐκ τοῦ Συμβόλου ὁ τοῦ Ἀσάνδρου υἱός, καὶ μετὰ ἡμέρας τινὰς πάλιν ἐπὶ πάντων πρὸς ἑσπέραν ἀπέλυεν αὐτούς, φησίν, ἐπὶ τὰ ἔξω ὡς δῆθεν βραδέστερον διὰ τὴν ὥραν. Οἱ δὲ ἐξερχόμενοι ἐκ τῆς χώρας ἄχρι τριῶν μιλίων, σκοτίας βαθείας γενομένης, ὑπέστρεφον καὶ ἤρχοντο ἐν τῷ λεγομένῳ Λιμῶνι, καὶ ἐκεῖθεν διὰ καράβου ἔφερεν αὐτοὺς ἐν ταῖς Σώσαις, καὶ διὰ τοῦ παραπυλίου, οὗ εἶχεν ἐν τῷ τείχει, εἰσέφερεν αὐτοὺς ἐν τῷ οἴκῳ αὐτοῦ, μηδενὸς εἰδότος, εἰ μήτι γε τριῶν παίδων αὐτοῦ Βοσποριανῶν καὶ μόνων πιστικῶν αὐτοῦ ὄντων, ἑνὸς μὲν τοῦ ἐν Συμβόλῳ ἀπερχομένου καὶ μηνύοντος ἀναχωρεῖν τοὺς καράβους, ἄλλου δὲ τοῦ ὑποστρέφοντος τοὺς Βοσποριανοὺς καὶ φέροντος ἐν Λιμῶνι, ἑτέρου δὲ τοῦ ἐκ Λιμῶνος μετὰ καράβου ἀποκομίζοντος ἐν ταῖς Σώσαις καὶ ἀποκαθιστῶντος ἐν τῷ τοῦ Λαμάχου οἴκῳ, καὶ δι' ὧν ἐπέτρεφεν αὐτοὺς ἐν ταῖς ἀποθήκαις αὐτοῦ, μήτε τῆς Γυκίας εἰδούσης τὸν δόλον, προσδοκῶν, καθὰ εἴρηται, κατὰ τὴν ἐνιαυσιαίαν ἡμέραν τῆς τοῦ Λαμάχου μνήμης, τῆς πόλεως πάσης εὐφραινομένης τε καὶ ἀποκοιμωμένης, αὐτὸν τὴν νύκτα ἐπαναστῆναι μετὰ τῶν Βοσποριανῶν τε καὶ οἰκείων καὶ ἐμπρῆσαι τὴν πόλιν καὶ πάντας κατασφάξαι. Συναχθέντων δὲ ἐν τῷ διετεῖ χρόνῳ ἐν τῷ τῆς Γυκίας οἴκῳ ἄχρις διακοσίων Βοσποριανῶν, καὶ τῆς μνήμης τοῦ Λαμάχου ἤδη λοιπὸν ἐγγιζούσης, ἐγένετο παιδίσκην τῆς Γυκίας κουβικουλαρέαν, πάνυ αὐτῇ οὖσαν προσφιλεστάτην, πταίσασαν ἀπὸ ὄψεως αὐτῆς γενέσθαι καὶ ἀποκλεισθῆναι αὐτήν. Ἐν ᾧ δὲ οἴκῳ ἀπεκλείσθη ἡ παιδίσκη, ὑποκάτωθεν αὐτοῦ ἦσαν οἱ Βοσποριανοὶ ἐπιτρεφόμενοι. Τῆς δὲ παιδίσκης καθεζομένης καὶ νηθούσης τὸ λίνον, ἐγένετο τὸ σφοντύλιν τῆς ἀτράκτου αὐτῆς ἐκπεσεῖν καὶ κυλισθὲν εἰσελ θεῖν εἰς βαθυτάτην ὀπὴν πρὸς τὸν τοῖχον. Ἡ δὲ ἀναστᾶσα πρὸς τὸ ἐπᾶραι αὐτό, ὁρᾷ αὐτὸ ἐν βαθυτάτῃ ὀπῇ ὄν, καὶ μὴ δυναμένης αὐτῆς ἐκσπάσαι αὐτὸ διὰ τὸ βάθος, ἠναγκάσθη ἐκ τοῦ πάτου τοῦ πρὸς τὸν τοῖχον ἀνασπάσαι ἕνα βήσσαλον πρὸς τὸ τοῦτο ἐπᾶραι, καὶ ὁρᾷ διὰ τῆς ὀπῆς κάτω ἐν τῷ ὑπογέῳ οἴκῳ τὸ πλῆθος τῶν ὄντων ἀνδρῶν. Καὶ ἰδοῦσα εὐφυῶς πάλιν ἀπέθετο ἐν τῷ τόπῳ τὸ βήσσαλον πρὸς τὸ μὴ γνωσθῆναι τοῖς κάτω, καὶ λαθραίως ἀποστείλασα μίαν τῶν παίδων, προσεκαλεῖτο τὴν κυρίαν αὐτῆς τοῦ ἐλθεῖν πρὸς αὐτήν, ὀφείλουσάν τι ἀναγκαῖον ἀκοῦσαι καὶ ἰδεῖν. Ἡ δὲ Γυκία ὑπὸ τοῦ Θεοῦ κατανυγεῖσα ἀπῆλθεν πρὸς τὴν παιδίσκην, καὶ εἰσελθούσης αὐτῆς κατὰ μόνας ἐν τῷ οἰκήματι καὶ κλεισάσης τὴν θύραν, πεσοῦσα ἡ παιδίσκη πρὸς τοὺς πόδας αὐτῆς, εἶπεν· "∆έσποινα, ἐξουσίαν ἔχεις εἰς τὴν ἀχρείαν σου δούλην· πλὴν βούλομαι τῇ κυρίᾳ μου ξένον τι καὶ παράδοξον πρᾶγμα δεῖξαι." Ἡ δὲ Γυκία εἶπεν αὐτῇ· "Ἀφόβως εἰπὲ καὶ δεῖξον, τί τὸ τοιοῦτον;" Ἡ δὲ παιδίσκη ἀπαγαγοῦσα αὐτὴν πρὸς τὸν τοῖχον καὶ εὐφυῶς ἐπάρασα τὸ βήσσαλον λέγει αὐτῇ· "Ὁρᾷς διὰ τῆς ὀπῆς, δέσποινα, τὸν κάτω κρυπτόμενον ὄχλον τῶν Βοσποριανῶν;" Ἡ δὲ Γυκία ἰδοῦσα καὶ ἐκπλαγεῖσα ἐπὶ τῷ πράγματι ἔφη· "Οὐκ ἀργὸν τὸ σκέμμα τοῦτο." Καὶ λέγει τῇ παιδίσκῃ· "Πῶς εὗρες τὸ πρᾶγμα τοῦτο;" Ἡ δὲ παιδίσκη λέγει· "Πάντως, δέσποινα, ὅτι ἐκ θελήματος Θεοῦ ἔπεσεν τὸ σφοντύλιν ἐκ τῆς ἀτράκτου μου, καὶ κυλισθὲν εἰσῆλθεν ἐν τῇ ὀπῇ ταύτῃ καὶ, μὴ δυναμένης μου αὐτὸ ἐπᾶραι, ἠναγκάσθην τὸ βήσσαλον ἀνασπάσαι, καὶ τότε εἶδον αὐτούς." Ἡ δὲ ἐκέλευσεν τῇ παιδίσκῃ ἀποθέσθαι τὸ βήσσαλον εὐφυῶς ἐν τῷ τόπῳ αὐτοῦ, καὶ ἐπιλαβομένη αὐτῆς καὶ περιπλακεῖσα κατεφίλησε γνησίως, καὶ εἶπεν αὐτῇ· "Μηδὲν πτοηθῇς, τέκνον, συγκεχώρηταί σου τὸ πταῖσμα, ὁ γὰρ Θεὸς ἠθέλησέ σε πταῖσαι, ἵνα τὸν δόλον ἡμῖν φανερώσῃ· βλέπε οὖν, ὅσῃ δυνάμει φυλάξαι τὸ πρᾶγμα, καὶ μὴ τολμήσῃς τινὶ τὸ σύνολον τοῦτο θαρρῆσαι." Καὶ λοιπὸν εἶχεν αὐτὴν διόλου μεθ' ἑαυτῆς πλέον τοῦ πρώτου ὡς πιστικὴν αὐτὴν οὖσαν. Καὶ προσκαλεσαμένη ἡ Γυκία δύο τινὰς τῶν συγγενῶν αὐτῆς, πιστικοὺς αὐτῇ ὄντας