67
καὶ αἱ τοιαῦται οὐχ ἡσυχάζουσιν τοὺς πόδας ἐν ἑνὶ τόπῳ διὰ τὸ μὴ χήρας, ἀλλὰ πήρας αὐτὰς ὑπάρχειν, ἑτοίμους εἰς τὸ λαμβάνειν, φλυάρους, καταλάλους, μαχοσυμβούλους, ἀναι δεῖς, ἀναισχύντους· αἵτινες τοιαῦται ὑπάρχουσαι οὐκ ἄξιαι τοῦ καλέσαντος τυγχάνουσιν. Oὐ γὰρ ἐπὶ τὸ κοινὸν τῆς συναγωγῆς ἀνάπαυμα ἐν τῇ κυριακῇ καταντῶσιν ὡς οἱ ἐγρηγορότες, ἀλλ' ἢ νυστάζουσιν ἢ φλυαροῦσιν ἢ αἰτοῦσιν ἢ ἑτέρους αἰχμαλωτίζουσιν προσάγοντες τῷ πονηρῷ, οὐκ ἐῶντες νήφειν αὐτοὺς ἐν Κυρίῳ, ἀλλὰ παρασκευάζοντες αὐτοὺς τοιούτους ἐξιέναι, οἷοι καὶ εἰσίασιν, διάκενοι διὰ τὸ μὴ ἀκούειν τῶν διδασκόντων ἢ τῶν ἀναγινωσκόντων τὸν τοῦ Κυρίου λόγον· περὶ γὰρ τῶν τοιούτων καὶ Ἡσαΐας ὁ προφήτης λέγει· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Τὸν αὐτὸν οὖν τρόπον καὶ τῶν τοιούτων χηρῶν ἐκλείσθη τὰ ὦτα τῆς καρδίας εἰς τὸ μὴ καθεζομένας ἔνδον ἐν ταῖς στέγαις αὐτῶν προσλαλεῖν τῷ Κυρίῳ, ἀλλὰ περι τρεχούσας ἐν ἐπινοίᾳ πορισμοῦ διὰ τῶν φλυαριῶν τὰ τοῦ ἀντικειμένου ἐπιθυμήματα πράσσειν. Aἱ τοιαῦται οὖν χῆραι οὐ προσήρτηνται τῷ θυσιαστηρίῳ τοῦ Χριστοῦ. Eἰσὶ γὰρ ἔνιαι χῆραι ἐργασίαν ἡγούμεναι τὸ πρᾶγμα, καὶ ἐξ ὧν ἀναισχύντως αἰτοῦσιν καὶ ἀπλήστως λαμβάνουσιν, ἤδη καὶ ὀκνηροτέρους τοὺς πολλοὺς πρὸς τὸ διδόναι κατέ στησαν· δέον γὰρ ἀρκεῖσθαι αὐτὰς τοῖς ἐκκλησιαστικοῖς διὰ μετριότητα γνώμης, ἐκ τῶν ἐναντίων ἐμπεριτρέχουσαι τοὺς τῶν πλουσίων οἴκους διασείουσιν, εὐπορίαν χρημάτων ἑαυταῖς ἐπισωρεύουσιν καὶ ἐπὶ πικροῖς τόκοις δανείζουσιν καὶ μόνου τοῦ μαμωνᾶ φροντίζουσιν, ὧν ὁ Θεὸς τὸ βαλλάν τιον, αἳ τὸ φαγεῖν καὶ τὸ πιεῖν προκρίνουσιν πάσης ἀρετῆς λέγουσαι· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκο μεν.» Aἳ ὡς ἑστῶτα ταῦτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Ἡ γὰρ ἠσκηκυῖα περὶ τὸ χρηματολογεῖν ἀντὶ τοῦ Θεοῦ λατρεύει τῷ μαμωνᾷ, τοῦτ' ἔστιν δουλεύει τῷ κέρδει, τῷ δὲ Θεῷ εὐάρεστος εἶναι οὐ δύναται οὐδὲ ταῖς λατρείαις αὐτοῦ ὑπήκοος, συνεχῶς οὐ δυναμένη ἐντυγχάνειν αὐτῷ, ἐπὶ τὸ ἀργυρολογεῖν τὸν νοῦν καὶ τὴν διάθεσιν ἔχουσα, ἐπείπερ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία αὐτῆς. Ἐν νῷ γὰρ διαλαμβάνει, ποῦ πορευθῇ λήμματος χάριν, ἢ ὅτι ἡ δεῖνα ἡ φίλη αὐτῆς ἐπιλέλησται καὶ λόγον τινὰ ταύτῃ προσενεγκεῖν ὀφείλει· ἡ δὲ τοιαῦτα λογιζομένη οὐκέτι τῇ προσευχῇ προσέξει, ἀλλὰ τῇ ἐμπιπτούσῃ ἐννοίᾳ. ∆ιὸ κἄν ποτε θελήσῃ προσεύξασθαι ὑπέρ τινος, οὐκ εἰσακουσθήσεται·