Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀπωλείας, μήτε τὸ οὖς παραθέντες τοῖς παρὰ Χριστοῦ λεγομένοις ὀξὺ, μήτε μὴν τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμόν. Εἰ γὰρ τοῦτο ἔδρων, ὑπέστρεψαν ἂν, καὶ τῆς καθηκούσης θεραπείας τετυχηκότες, σῶόν τε καὶ ὑγιᾶ τὸν ἑαυτῶν διεσώσαντο νοῦν. 9Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυ- νεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέν- τες πληθυνθήσονται ἐπὶ τῆς γῆς.9 ∆έδιεν ὁ προφήτης, μὴ ἄρα διηνεκὴς, καὶ ἀκατά- ληκτος ἐπενήνεκται τοῖς ἐξ Ἰσραὴλ ἡ πώρωσις. Ταύτῃ τοι καὶ διαμαθεῖν ἀξιοῖ τὸν χρόνον, καθ' ὃν ἔσται τοῦτο αὐτοῖς, καὶ μέχρι τίνος παρατείνει τὸ ἀῤῥώστημα. Καὶ πρός γε δὴ ταῦτα Θεὸς προαγορεύει τὴν δῄωσιν αὐτῶν τε τῶν Ἱεροσολύμων, καὶ ἁπάσης τῆς Ἰουδαίων χώρας, καί φησιν· "6Ἕως ἂν ἐρημω-θῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους."6 Ὃ δὴ καὶ εἰς πέρας ἐκβέβηκεν, Οὐεσπασιανοῦ τε καὶ Τίτου καταδῃω- σάντων τὴν Ἰουδαίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ ἀνάληψιν τὴν εἰς οὐρανούς. Ὅτι δὲ οὐ μέχρι τοῦ ταῦτα παθεῖν, ἐκμετρηθήσεται τοῖς ἀπειθοῦσιν ἡ κό- λασις, οὔτε μὴν εἰς ἅπαν ἤγουν ὁλόῤῥιζος ὁ Ἰσραὴλ οἰχήσεται, καταμηνύει λέγων· "6Καὶ μετὰ ταῦτα μα- κρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέν- τες, πληθυνθήσονται ἐπὶ τῆς γῆς."6 Ἐμακρύνθησαν μὲν γὰρ ἀπὸ Θεοῦ, καὶ ἁγίους ἀπεκτονότες, προσθέν- τες δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἱ δὲ δὴ καταλειφθέν- τες, τοῦτ' ἔστιν, οἱ περισεσωσμένοι, καὶ πεπιστευ- κότες εἰς Χριστὸν, οἳ καί εἰσι τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ἐν πολλῇ, φησὶν, ἔσονται πληθύϊ. Πεπίστευκε γὰρ οὐ βραχὺ μέρος τοῦ Ἰσραὴλ, καὶ τοῦτο ἐν ἀρ- χαῖς τοῦ βιβλίου καὶ αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας μεμήνυκε, λέγων· "6Καὶ εἰ μὴ Κύριος Σα- βαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγε- νήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν."6 ∆οκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τῶν προκειμένων τὴν δύναμιν. ∆ιερωτῶντος δὲ τοῦ προφήτου, καὶ ἀναμαθεῖν ἐθέλον- τος εἰς τίνα καὶ πόσον ἐκταθήσεται καιρὸν ἡ πώρω- σις, ἀποκρίνεται Θεός· "6Ἕως ἂν ἐρημωθῶσιν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους·"6 ἵνα διὰ τούτου νοῶμεν τὸν τῆς συντελείας καιρόν. ∆εῖ γὰρ πρότερον πολέμους ἡμᾶς 70.189 ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε ἔθνος ἐπ' ἔθνος, καὶ βασιλείας ἐπὶ βασιλείας, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶθ' οὕτω τὸ τέλος· μεθ' ὃν μακρύνονται λοιπὸν οἱ ἄνθρωποι, μετὰ τὸν τῆς ἀνα- στάσεως δηλονότι καιρὸν, τὸν εὐαγῆ καὶ μακραίωνα διαζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν τῆς φθορᾶς, καὶ κατηργημένου τοῦ θανάτου, καὶ ἁπάσης ἁμαρτίας ἐξῃρημένης. Ὅτι δὲ πεπώρωται ὁ Ἰσραὴλ, κεκλήσεταί γε μὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, τῆς θεοπνεύστου Γραφῆς λεγούσης σαφῶς τε καὶ ἐναργῶς, εἰκαῖον οἶμαι τὸ διατείνεσθαι, καὶ ζητεῖν τὰ τελοῦντα πρὸς πληροφορίαν. 9Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσονται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ.9 ∆ιαμέμνηται καὶ νῦν ἱστορίας ὁ προφητικὸς ἡμῖν λόγος, ἢν ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν· ἔσται γὰρ οὕτω σαφὲς τὸ δηλούμενον. Καταστρατευόντων τοι- γαροῦν τῆς Ἰουδαίων χώρας, ὡς ἤδη προεῖπον, Οὐεσπασιανοῦ τε καὶ Τίτου, δεδαπάνηται μὲν ἡ τῶν Ἰουδαίων χώρα, πόλεσί τε ὁμοῦ καὶ αὐτοῖς οἴκοις ἐμπεπρησμένη, θέαμα δεινὸν, καὶ παντὸς οἴκτου μεστὸν τοῖς ὁρῶσιν ἦν, ὀλιγανδρίας ἥκειν εἰς τοῦτο λοιπὸν τὸ ἔθνος αὐτοῖς, ὡς τῆς ἀληθείας οὐκ ἀφαμαρ- τεῖν τὸν λέγοντα, περιλελεῖφθαι μόλις ἐν αὐτῇ τοῦ παντὸς δήμου τὸ ἐπιδέκατον. Εἶτα διατετελέκασι χρόνους τινὰς τρεφόμενοι μὲν ἐν εἰρήνῃ, πλὴν οὐκ ἔξω δειμάτων, τοῦ καὶ εἰσαῦθις παθεῖν τὴν δῄωσιν, ὃ δὴ καὶ γέγονεν. Ἀδριανὸς γὰρ κατὰ καιροὺς τῶν Ῥωμαίων βασιλείας διέπων τοὺς θάκους, καὶ μὴν Ἀντίοχος ἐπίκλην Ἐπιφανὴς, κατέδραμον τῆς Ἰουδαίων χώρας, καὶ οὐδὲν ἦν ἐν μείοσι τῶν πάλαι κα-