67
καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλω τίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. καὶ ἀνέστη Φαραῶ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι, καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ. οὐ γὰρ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκός. καὶ ἐκάλεσε Φαραῶ Μωυσῆν καὶ Ἀαρὼν νυκτός, καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε. καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, καθάπερ εἰρή κατε. εὐλογήσατε δὴ κἀμέ. Καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς. εἶπον γὰρ ὅτι «πάντες ἡμεῖς ἀποθνήσκομεν.» ἀνέλαβε δὲ ὁ λαὸς τὸ στέας αὐτῶν πρὸ τοῦ ζυμωθῆναι, τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκε χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων. καὶ ἔχρησαν αὐτοῖς, καὶ ἐσκύλευ σαν τοὺς Αἰγυπτίους. Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ εἰς χʹ χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς, καὶ ἐπίμικτος πολὺς συνανέβη αὐ τοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα. καὶ ἔπεψαν τὸ στέας, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη. ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι, οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη υλʹ. καὶ ἐγένετο μετὰ υλʹ 148 ἔτη ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου. νυκτὸς προφυλακή ἐστι κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. ἐκείνη ἡ νὺξ αὐτὴ προφυλακή ἐστι τῷ κυρίῳ, ὥστε εἶναι πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἰς γενεὰς αὐτῶν. Τούτους ὁ θεὸς ἐξαγαγὼν ἐξ Αἰγύπτου οὐκ ἤγαγε τὴν σύντομον ἐπὶ Φυλιστιεὶμ ὁδόν, ἢ τὴν διὰ μέσου τῆς Σερβωνίδος λίμνης καὶ τῆς κατ' Αἴ γυπτον θαλάσσης ἔτι συντομωτέραν, ἀλλὰ κύκλῳ διὰ νοτιωτέρας γῆς καὶ θαλάσσης ἐρυθρᾶς, ὡς ἂν μὴ παλινδρομήσωσι μεταμεληθέντες εἰς Αἴγυ πτον οἱ ἀπειθεῖς. Τριῶν δὲ ἡμερῶν ἀποστᾶσιν αὐτοῖς Αἰγύπτου ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ καὶ ἐκ Σοκχὼθ εἰς Νονθὼμ παρὰ τὴν ἔρημον καὶ ἀπὸ Νονθὼμ ἀνὰ μέ σον Μαγδώλου καὶ ἀνὰ μέσον θαλάσσης ἐρυθρᾶς ἀπέναντι τῆς ἐπαύλεως καὶ ἐξ ἐναντίας Βεελσεφὼν ἔδοξαν Αἰγυπτίοις πλανᾶσθαι, καίτοι στύλῳ πυρὸς ὁδηγούμενοι νυκτός, ἡμέρας δὲ στύλῳ νεφέλης, οὐ τῆς συνήθους ἐξ ἀτμῶν καὶ ἀναθυμιάσεων συνισταμένης, συμπηλουμένου τοῦ ἀέρος ἐξ ὀμιχλώδους συστάσεως τοῖς πνεύμασι πρὸς ἑαυτόν, ἀλλ' ἄλλης τινὸς ὑψηλοτέρας τῆς ἀνθρωπίνης ἐννοίας θαυμαστῶς ἐπιτειχιζούσης αὐτοῖς, ἡμέρας τὴν τῆς ἡλιακῆς ἀκτῖνος φλόγωσιν, πολλὴν οὖσαν κατὰ τὴν οἴκησιν τῆς χώρας ἐκείνης, καὶ δροσοειδῶς σκιαζούσης τὸν λαόν, ἀφ' ἑσπέρας δὲ ἕως ὄρθρου καταλαμπούσης, ὑφ' ἧς ὁδηγούμενοι πρὸς τὸ ἐρυθραῖον ἦλθον πέλαγος. Τούτους Φαραῶ σὺν ἅρμασι καὶ ἵπποις καὶ τοῖς ἐκλεκτοῖς Αἰγύπτου τριστάταις καταλαβὼν μέσους ἔσχεν αὐτοῦ καὶ τῶν θαλαττίων ὑδάτων πάσης φυγῆς ἠπορημένους, βοῶντας δὲ μόνον πρὸς κύριον, ὡς τὰ λόγια, καὶ Μωυσέως καταγογγύζοντας, ὅτι γε συμφερούσης δουλείας ἀπήλλαξε καὶ ἐρημοταφεῖς κατέστησεν· ἀλλὰ θαρρεῖν αὐτοὺς παραινέσας τοῖς χεί λεσι, κατὰ νοῦν δὲ σφόδρα πονούμενος, ἔπληξε ῥάβδῳ τὴν θάλασσαν, ὡς ὑπὸ θεοῦ προστάττεται, κατὰ τὴν ἑωθινὴν τῆς νυκτὸς ὥραν, καὶ τὸν λαὸν ὡς ἐν ἠπείρῳ δι' αὐτῆς διαβιβάσαι, τῆς ἡμέρας ἤδη καταυγαζούσης· ὃ δὴ καὶ γέγονε. πλήξαντος γὰρ Μωυσέως κατάκρουτον αἰγιαλὸν τοῦ ὕδα τος τὸ πᾶν ὑπερράγη πέλαγος ἕως ἄκρου τῆς ἀντικειμένης ὄχθης, συμ 149 πεπηγότων καὶ τῶν κυμάτων τοῖς ὕδασιν, οἷόν τι συμβαίνειν φιλεῖ περὶ τὴν θερμὴν ὕαλον, εἰ κατὰ ἓν ῥαγείη μέρος, πρὸς τὸ ἕτερον πέρας ἡ ῥῆξις εὐθυτόμως διεξέρχεται. οὕτω τε σὺν τῷ πλήθει ποσὶ διῆλθεν ἀβρόχοις πυθμένα, θαλαττίων τείχεσιν ὑδάτων καὶ κυμάτων περιφρουρούμενος. Οἱ δὲ