67
στρατιώταις τὴν γνώμην ἐκοινοῦντο. ὡς δὲ καὶ αὐτοῖς ἐδόκει μαχητέα εἶναι, καὶ μᾶλλον ἦσαν προθυμότεροι τοῦ βασιλέως, τῶν ἵππων ἀποβάντες καὶ θεὸν ἐπικαλεσάμενοι, τοὺς μὲν ἀδίκως ἐπιστρατεύσαντας κολάσασθαι τῆς ἀδικίας, αὐτοῖς δὲ τιμωρῆσαι δικαίως ἀμυνομένοις, σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἔφιπποι γενόμενοι, ἐπῄεσαν τοῖς βαρβάροις ἀτρέπτῳ καὶ παραβόλῳ φρονήματι. καὶ οἱ Σκύθαι ἰδόντες ἀντεπῄεσαν καὶ αὐτοί· προσεβοήθουν δὲ καὶ οἱ ἐγγὺς ἐστρατοπεδευμένοι. καὶ γενομένης μάχης καρτερᾶς, θεοῦ συμμαχοῦντος τοῖς Ῥωμαίοις, ἐτρέψαντό τε τοὺς βαρβάρους καὶ ἐνίκησαν κατὰ κράτος· καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ λοιποὺς ἀπέπνιξαν εἰς τὸν Ἕβρον ἐμβαλόντες. διεσώθησαν δὲ οὐ πλείους ὀκτὼ καὶ εἴκοσιν αὐτῶν, οἵτινες ἴσχυσαν διανήξασθαι τὸν ποταμόν. οἱ δὲ Ῥωμαῖοι τούς τε νεκροὺς σκυλεύσαντες τῶν πολεμίων, καὶ τὴν ἄλλην διαρπάσαντες ἀποσκευὴν, καὶ τὴν λείαν καὶ τοὺς αἰχμαλώτους λαβόντες, ἧκον εἰς ∆ιδυμότειχον ἅμα τῷ βασιλεῖ. τῶν δὲ διασωθέντων 1.191 βαρβάρων εἰς τὸ μέγα στρατόπεδον ἐλθόντων, ὡς τοῖς στρατηγοῖς ἠγγέλθη τὸ συμβὰν, στρατιὰν ἐκ τῶν ἀρίστων οὐκ ὀλίγην ἐπιλεξάμενοι, ἀπέστειλαν καθ' ὃν ἡ μάχη τόπον ἐγεγόνει, ὡς ἂν εἰ μὲν ἐντύχοιεν τοῖς νικήσασι Ῥωμαίων, ἀναμαχέσωνται τὴν ἧτταν· εἰ δ' οὖν, ἀλλὰ τούς τε σφετέρους θάψωσι νεκροὺς, καὶ εἴ τινες ἐν αὐτοῖς εὑρεθῶσιν ἐμπνέοντες τραυματίαι, ἀνελόμενοι ἀξιώσωσιν ἐπιμελείας. ἐλθόντες δὲ καὶ ταφῆς ἠξιωκότες τοὺς νεκροὺς, ζῶντα γὰρ οὐδένα εὗρον, πρὸς μὲν τὸ στρατόπεδον ὑπέστρεψαν οὐκέτι, τὴν δὲ πρὸς τὰ οἰκεῖα φέρουσαν ἤνυον ὁδόν. ὡς δὲ ἠγγέλθη βασιλεῖ περὶ Μόῤῥαν εἶναι Σκυθικὴν στρατιὰν, ∆ιδυμοτείχου ἐξελθὼν, ἤλαυνεν ὡς εἶχε τάχους ἐπ' αὐτούς. διαβάντων δὲ αὐτῶν τὸν Ἕβρον κατὰ τὴν Τζερνομιάνου λεγομένην πόλιν, ἐπεὶ καὶ ὁ βασιλεὺς κατὰ τὸν αὐτὸν διεβίβασε πόρον ἣν ἦγε στρατιὰν, ἡ κατὰ τὴν Ἀδριανούπολιν καταλειφθεῖσα παρὰ βασιλέως στρατιὰ ἅμα τοῖς σφετέροις ἄρχουσιν ἐνταῦθα προσέμιξαν τῷ βασιλεῖ, συγχαίροντες μὲν αὐτῷ τῆς κατὰ τῶν βαρβάρων νίκης, ἀνιώμενοι δ', ὅτι καὶ αὐτοὶ μὴ παρῆσαν, ἀλλ' ὑστέρησαν τῆς μάχης, καὶ ἐπεδίωκον ἑνωθέντες. γενόμενοι δὲ κατὰ τὸν Τοῦντζαν λεγόμενον ποταμὸν, τὴν μὲν Σκυθικὴν ἄρτι διαβᾶσαν εὗρον στρατιάν. ὥσπερ δὲ καὶ πρότερον, τοῦ τόπου παρασχόντος, αὐτοῖς μὲν ἡ τῶν Σκυθῶν ἑωρᾶτο πᾶσα στρατιὰ, αὐτοὶ δὲ ἀθέατοι ἦσαν, πλὴν ὀλίγῳ ἐλασσόνων τῶν προτάκτων ἑκατὸν, ἐν οἷς καὶ αὐτὸς ἦν βασιλεύς. 1.192 οὓς ἰδόντες οἱ Σκύθαι, τῆς πορείας μὲν ἔστησαν καὶ αὐτοὶ, οὐ μέντοι καὶ ἐχώρησαν πρὸς μάχην, τοῦτο μὲν, ὅτι καὶ ὁ ποταμὸς πλημμυρῶν ἦν ἤδη ἔαρος ἀρχομένου· τοῦτο δ', ὅτι καὶ τῶν πολεμίων ἀφανῶν ὄντων ἐδεδοίκεσαν τὴν συμπλοκὴν, μὴ οὐκ ἀπαλλάξουσι καλῶς πλειόνων ἢ κατὰ σφᾶς ὄντων. τοῖς Ῥωμαίοις τε ὁμοίως ἀλυσιτελὲς τὸ κατὰ τῶν Σκυθῶν ἐφαίνετο χωρεῖν, οὐ δεκάκις ἀλλὰ περαιτέρω ὑπερέχοντας αὐτῶν τῷ ἀριθμῷ. ὅμως δὲ βασιλεὺς ἅμα τοῖς φαινομένοις Ῥωμαίων καὶ Τασπουγᾶς, εἷς τῶν παρὰ Σκύθαις στρατηγούντων, καὶ αὐτὸς ἅμα τοσούτοις βαρβάροις, ἐν ἑκατέροις μέρεσι γενόμενοι τοῦ ποταμοῦ, διάλογόν τινα ἐποιήσαντο βραχύν. ἐρομένου γὰρ αὐτοὺς οἵτινες εἶεν τοῦ βαρβάρου, διά τινος ἀπεκρίνατο τῶν διγλώσσων ὁ βασιλεὺς, ἄνθρωποι εἶναι καὶ αὐτοὶ θηρεῦσαί τι ζητοῦντες, ὥσπερ καὶ αὐτοὶ ποιοῦσιν. οὐ καλῶς δὲ ἔφασκεν αὐτοὺς ὁ βασιλεὺς, οὐδὲ ἀνδρείων, ἀλλὰ λῃστῶν ἔργον ποιεῖν, ἀκήρυκτοί τε ἐπερχόμενοι καὶ γεωργοὺς ἐξανδραποδιζόμενοι, ἀνθρώπους οὐκ εἰδότας πολεμεῖν. ἔδει γὰρ αὐτοὺς μᾶλλον τὴν ἔφοδον αὐτῶν προκαταγγέλλοντας, στρατιώταις ἐντυγχάνειν εἰθισμένοις πολεμεῖν· κἂν αὐτῶν ἦτε κρείττους, οὐδὲν ἦν θαυμαστὸν, εἰ καὶ τούτους τοὺς ἀπολέμους ἐξηνδραποδίζεσθε ἆθλον τῆς ἀρετῆς. Τασπουγᾶς δὲ οὐδὲν ἔφασκε τούτων εἶναι πρὸς αὐτούς· ὑπ' ἐξουσίαν γὰρ ὄντες, προσταττόμενοι ἐπέρχεσθαι καὶ ἀπιέναι ἢ μένειν. ἠρώτα δὲ, εἰ αὐτοὶ εἶεν οἱ χθὲς καὶ πρώην τῆς Σκυθικῆς στρατιᾶς μάχῃ κρατή 1.193 σαντες καὶ ἀνελόντες. ὁ βασιλεὺς δὲ μήτ' αὐτοὶ εἶναι, μήτ'