67
1.168 εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος." ̓Εζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, "εστω" φησίν "εἰρήνη ἐν ταῖς ἡμέραις μου." ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ετος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εικοσι. ∆ιαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν ειδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς ̓Ιουδαίας ἐκίνησεν, η τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αιτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἱ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἀποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. ουτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά. ̔Η βασιλεία δὲ πρὸς ̓Αμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοῦ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς ἐπὶ τέσσαρσιν εικοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν ̓Ιωσίαν, ογδοον τῆς ἡλικίας ἀνύοντα χρόνον· ος εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς 1.169 τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν οσον εκαστος βούλεται. καὶ ουτω συναχθέντων χρημάτων ο τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ος ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δ' ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν ̓Ολδὰν γυναῖκα Σελοὺμ επεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ αλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ηδη ψῆφον ειπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον οντα οὐκ ἐπάξει νῦν τὰ κακά, ἀλλ' αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς ̔Ιεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. ειτα ορκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ον ἀνέστησεν ̔Ιεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ος θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ ∆αβὶδ ̓Ιωσίαν μετὰ τριακόσια ετη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς ̓Ισραηλίτας δὲ πορευθεὶς ̓Ιωσίας, οσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἁπάσης τῆς χώρας ἀφανίσας τὰ ειδωλα, εἰς ̔Ιερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ην 1.170 πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, ειργε δὲ αὐτὸν ̓Ιωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ' αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. ̓Ιωσίας δὲ οὐ μεθίετο. ηδη ουν παρετάσσοντο μαχεσόμενοι, καὶ ̓Ιωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ελυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς ̔Ιεροσόλυμα τελευτᾷ, βασιλεύσας ετη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου ̔Ιερεμίας ην ὁ προφήτης, ος καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ ̔Ιερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ̔Ρωμαίων αὐτῆς αλωσιν. οὐ μόνον δὲ ουτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ ̓Ιεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ησαν δὲ αμφω τῆς ἱερατικῆς φυλῆς. Τελευτήσαντος δὲ ̓Ιωσίου ̓Ιωάχαζ ὁ παῖς αὐτοῦ ηρξεν, εικοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ων, ἀσεβὴς