67
διαλέγειν. alpha.272 ̓Αποσφαλμήσασ. ἀποπηδήσας, ἀποσκιρτήσας. Πολύβιος· ὁ δὲ ιππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμίσας, ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου. η ἀντὶ τοῦ σφαλεὶς, καὶ ἐσφάλμησεν. ̓Αποσχεδιάζειν. εἰκῆ καὶ παραχρῆμα λέγειν. ̓Αποσχεδιάσασ. συντομεύσας η ψευσάμενος. ̓Αποσχῆναι. ἀπενεχθῆναι. ̓Αποσχοινίσαντεσ. ἀποστερήσαντες. ̓Αποταυρούμενοσ. θρασυνόμενος. ̓Αποτεθρίακεν. ἀντὶ τοῦ ετιλλεν η ψιλὸν ἐργάσατο. κυρίως δὲ συκᾶς ἀπεφύλλισε· θρία γὰρ τὸ φύλλα τῆς συκῆς. ̓Αριστοφάνης· τίς τῶν ̓Οδομάντων τὸ πέος ἀποτεθρίακεν; ̓Οδόμαντες δὲ εθνος θρᾳκικὸν, οιτινες ἀπέτιλλον τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα ειχον αὐτά. φασὶ δὲ αὐτοὺς ̓Ιουδαίους ειναι. ̓Αποτεθρυωμένοι. ἀπηγριωμένοι. ἐκ μεταφορᾶς τῶν τεθρύων, απερ εἰσὶν αγρια καὶ αγονα φυτά. ̓Απώνατο. ὠφελήθη. ὀνῶ, ὀνήσω, ωνησα, ὠνησάμην, ὠνάμην, ωνου, ωνατο καὶ ἀπώνατο. ̓Αποτείνεται. ἐκτείνεται, φιλονεικεῖ. ̓Αποθρασύνεται. θρασύνεται. alpha.273 ̓Αποτριβόμενοσ. ἐμποδίζων, ἀπείργων. ὁ δὲ ̓Αννίβας ἐν κακοῖς ων εμεινε τοὺς πολεμίους ἀποτριβόμενος. ̓Απουρώσαντασ. μὴ χρωμένους οὐρίῳ πνεύματι. ̓Απόφημι. ἀποφαίνομαι. ̓Αποφθεγγόμενοσ. μαντευόμενος. ̓Αποφοιτᾷν. ἀποπηδᾷν, ἀναχωρεῖν. ̓Αποχετεύονται. μεταφέρονται. ̓Αποψηφίζονται. ὁ ∆είναρχος ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ ειναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ ∆ημοσθένης ἀποψήφισιν καλεῖ. καὶ ἀποψηφισμένος. ̓Αποψοφεῖν. τὸ πέρδεσθαι εὐσχημόνως λέγων. εὐσχημονέστερον δὲ ἀποπνεῖν καὶ διαπνεῖν. ̓Αποψύχειν. τὸ ἀποθνήσκειν. ουτως Θουκυδίδης. ̓Απουσιάσει. τῆς οὐσίας μέρος δώσει. ὁ δὲ εἰς τὴν αὐτοῦ θυγατέρα ἀπουσιάσει. Ἀπολλύμην. παρατατικός. ̓Απωξύνθαι. ̓Απραγούντων. μηδὲν ἐνεργούντων. ̓Αποικίσαι. κτίσαι πόλιν ἐν ἐρήμῳ. ̓Αποικοδομεῖσ. ἀντὶ τοῦ ἀποφράττεις. ουτως ∆ημοσθένης. ̓Αποίσετε. ἀπενέγκατε. alpha.274 ̓Απελευθερῶσαι. τὸ ἀφεῖναι ἐλεύθερον. ̓Απέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν. ελυσα ἐμαυτὸν, ειτ' ἀπέδραν μόνος- καὶ Πλάτων· ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα. ̓Απεφῄνατο. ἀντὶ τοῦ ειπεν. ̓Απέφῃνε δὲ, ἀντὶ τοῦ ὑπέδειξεν. ̓Απεροῦντεσ. κωλύοντες. ̓Αποδέουσα. ὑστεροῦσα, λείπουσα. ̓Αποχρῶσα. ἀρκοῦσα. ̓Αποχρῆν καὶ ἀποχρᾶν. τὸ ἀπαρέμφατον ῥῆμα λέγουσιν ἑκατέρως. ∆ημοσθένης· ἀποχρῆν οιμαι τὴν δύναμιν. Λυσίας· Φιλίππῳ δὲ μὴ οιεσθαι ταῦτ' ἀποχρᾷν. ̓Αποπτύω. ἀπὸ τοῦ πέτω, πετύω καὶ ἐν συγκοπῇ πτύω, τὸ ἀποπεταννύμενον. ̓Απολιβάζω. ἀπέλθω, ἀποδράμω. παρὰ τὴν λιβάδα. η τὸ ἀποῤῥίπτω. ̓Απομηνίσασ. ὀργισθείς. μηνίω, μηνίσω, ἐμήνισα, ἀπὸ τοῦ μῆνις. ̓Αποπροσποιεῖσθαι. οὐδεὶς λέγει Ελλην. οὐ μέντοι οὐδ' ουτω λέγουσιν, οιον· οτι προσποιεῖται μὴ ἀκούειν. ̓Απᾴδοντεσ. ἀπαρέσκοντες. alpha.275 ̓Απᾴδει. ἀπαρέσκει, ἐναντιοῦται, οὐ συμφωνεῖ. ̓Απαυτομολήσει. φεύξεται. ̓Απεξεσμένον. τετορευμένον, γεγυμνασμένον. ̓Απείργω. τὸ κωλύω. ̓Απεσκοτωμένα. ἐσκιαγραφημένα· κεχρωσμένα. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. ̓Απαχθῆναι. ἀπενεχθῆναι. ̓Απαμφιάσαι. γυμνῶσαι. ̓Απαυδῆσαι. ἀπαγορεῦσαι. ̓Απαρτίζει. πληροῖ, τελειοῖ. ̓Απαίρει. ἀποδημεῖ, ἀναχωρεῖ. ̓Απάρχου. ἀπαρχὰς πρόσφερε, η ἀπαρχὴν ποίει. ̓Απονοσφισθέντεσ. ἀποχωρισθέντες. ̓Αποσκιῤῥωθέντεσ. σκληρυνθέντες. σκίῤῥος γὰρ ὁ γύψος. ̓Απαυθαδιάζειν. τὸ μέγα φρονεῖν, ἑαυτῷ ἀρέσκειν. αὐτοαδὴς τίς ἐστιν ὁ ἑαυτῷ ἀρέσκων. ̓Απαυθαδιάζω. ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. ̓Απαλθήσεσθαι. ἰαθήσεσθαι. καὶ ἀπαλθήσεσθον ὁμοίως. ἀλθέω, ἀλθῶ, πρώτης συζυalpha.276 γίας τῶν περισπωμένων, ὁ μέλλων ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθησόμεθα, ἀλθήσεσθον. τὸ δὲ αλθω παρὰ τὸ αλδω. ̓Απαφῶ. τὸ ἀπατῶ. παρὰ τὸ φῶ τὸ λέγω. καὶ μετὰ τοῦ ˉα τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ. τὸ δὲ ἀπατῶ ἐκ τοῦ ἀπαφῶ. ̓Απαγορεύειν. ἡ ἀπὸ πρόθεσις ἐνταῦθα τὸ χωρίζεσθαι δηλοῖ. τὸ γὰρ ἀπαγορεύειν ἐκτὸς γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ. ̓Απαμείρεται. ἀποκεχώρισται. ἐκ τοῦ μείρω τὸ μερίζω. καὶ μετὰ τοῦ ˉα ἀμείρω καὶ ἀπαμείρω. ̓Απαιωρήσασ. κρεμάσας, κουφίσας.