μωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταί σματα θανατώσας ἑτέρων; Λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν ∆αυΐδ· τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. Eἰ δέ τις λέγοι ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; Ἐναντιοῦται δὲ τῇ λεγούσῃ γραφῇ ὅτι Ψυχὴ ἡ ἁμαρτήσασα αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις. Ὅτι πικροτάτη τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ τι μωρία τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος ∆αυΐδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὑτοῦ μεταγαγεῖν ἀπὸ τοῦ λαοῦ τὴν πληγήν. Σάλος γάρ ἐστι τῆς βασιλείας ἡ μείωσις τῶν βασιλευομένων. Ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναι ρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀπο θανεῖν ἐᾶσαι τὸν Ἰωνάθαν. Καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. Καὶ ὥσπερ, ἁμαρτήσας ὁ ἄνθρωπος ἁμάρτημα διὰ χειρὸς κἂν τυπτηθῇ εἰς τὸν νῶτον, οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ θεὸς ἐπὶ τοῖς τῶν βασιλέων πταίσμασιν τὸν λαὸν τιμωρούμενος. Μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ. Τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ. Ἐρώτησις ρλθ. Eἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι καὶ πάντα κέκτηται τὸ εἶναι ἕν· οἷον τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ τὸ μὴ γεν νᾶν. Πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννήσαντος, καὶ τοῦ υἱοῦ γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεν νηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ γεννᾶσθαι ἢ μὴ γεννᾶσθαι, καὶ τοῦ γεννᾶν καὶ μὴ γεννᾶν, τὴν ἐναντίωσιν κεκτῆσθαι νομιζομένου; Ἀπόκρισις. Eἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν τριῶν θείων ὑπο στάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις. Ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό πων οὐ διαιρεῖ τὸ ἓν τῇ οὐσίᾳ. Καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Eὔας καὶ τοῦ Σὴθ εἷς μέν ἐστιν ὁ τῆς οὐσίας λόγος (ψυχὴ γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Eὔα ἐκ τῆς πλευρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος), καὶ ἐν διαφόροις τῆς ὑπάρξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ, τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας, εἷς θεὸς πεπίστευται, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. Oὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. Τὰ μὲν οὖν ἐπὶ τῶν θείων τριῶν ὑποστάσεων ὡσαύτως ἀπαραλλάκτως λεγό μενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως,