1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

67

τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως. Ὥσπερ γὰρ μίαν τὴν τετμημένην καῦσιν λέγομεν καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας, ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν καὶ ἄλλην τὴν καῦσιν καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν, οὕτω μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ τὴν θείαν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τὴν ἀνθρωπίνην ἐνέργειαν. 64 Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ' ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ' ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι. Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ἵνα ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι' ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα. Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται. Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, οὐ γὰρ προηγεῖτο ἐν τῷ κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ' αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν. 65 Περὶ ἀγνοίας καὶ δουλείασ ∆εῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν· καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. «Ἐὰν οὖν» κατὰ τὸν θεολόγον Γρηγόριον «χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου», δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ, διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν κατεπλούτησεν ἡ τοῦ κυρίου ψυχὴ τὴν τῶν μελλόντων γνῶσιν ὡς καὶ τὰς λοιπὰς θεοσημίας. Ὥσπερ γὰρ ἡ σὰρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός (ἡ δὲ τοῦ κυρίου σὰρξ ἑνωθεῖσα καθ' ὑπόστασιν αὐτῷ τῷ θεῷ λόγῳ τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν) καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός, οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν· ἡ δὲ τοῦ κυρίου ψυχὴ διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ τὴν ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημιῶν καὶ τὴν τῶν μελλόντων γνῶσιν. Ἰστέον δέ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα· τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, ἀλλὰ τῶν πρός τι, ὥσπερ τὸ τῆς πατρότητος καὶ τῆς υἱότητος. Ταῦτα γὰρ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά. Ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ὅτι, ἐὰν ἰσχναῖς ἐπινοίαις ἤτοι νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σάρξ, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ. Ἅπαξ δὲ ἑνωθεῖσα καθ' ὑπόστασιν πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι κύριος ὤν· ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων εἰσίν, ἀλλὰ πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ