σημαινόντων τοῖς γράμμασιν, ἃ καὶ διεξιέναι καθεξῆς ἀναγκαῖον. Καὶ ἵνα κεφαλαιώδεις ποιήσωμεν τὰς ἐπιτομάς, καὶ μὴ καθ' ἕκαστον ἐν μέρει διεξιόντες ταῖς μακρηγορίαις κόπτωμεν τὸν ἀκούοντα, τὸ μὲν εἶχε τὸν πρωτοσπαθάριον ἐκεῖνον Στέφανον τὸν Ἰβηρίτζην τὸν τοῦ ἐγκαλέσαντος πάππον πωλοῦντα τὸ κτῆμα Μιχαὴλ τῷ ἀδελφῷ Λέοντος κουβουκλεισίου κατὰ τὸν ὀκτώβριον μῆνα τῆς ιδʹ ἰνδικτιῶνος τοῦ ϛφθʹ ἔτους, μεθ' ὃ καὶ ἀπόδειξις ἦν αὐτοῦ ἀποληπτικὴ τῆς τοῦ πεπραμένου τιμῆς· ἐν ἀμφοτέροις δέ, τῷ μέν, "ἐπέγραψα", τῷ δέ, "ὑπέγραψα", αὐτὸς δὴ ὁ πωλήσας καὶ τὸ τοῦ πραθέντος ἀπολαβὼν τίμημα. συνεκρίθη δὲ καὶ τὰ γράμματα πρὸς ἄλληλα, αὐτοῦ δὴ τοῦ ἐγκαλέσαντος τοῦτο προτειναμένου, καὶ ἦν ἡ ὁμοιότης ἀπαράλλακτος· οὐ γὰρ μόνον ὁ αὐτὸς χαρακτὴρ τοῖς γράμμασιν ἐπεφαίνετο, οὐδὲ τὸ αὐτὸ ἰδίωμα τῆς χειρός, ἀλλὰ καὶ ἡ παρὰ τὸν κανόνα γραφὴ ἡ αὐτή, καὶ ἦν τις ὀρθογραφία ἐν μὴ ὀρθογραφίᾳ. ὥσπερ γὰρ οἱ τὸν ὀξύρυγχον ἢ στρογγῦλον χαρακτῆρα ἐπιτηδευσάμενοι ἢ αὐτοματίσαντες, τὸν αὐτὸν ἀεὶ ἐπισημαίνονται γράφοντες, οὕτω δὴ καὶ ἡ τοῦ ὑπογράψαντος χείρ, ὥσπερ τινὰ ἰδιάζοντα χαρακτῆρα τῆς ἰδιωτίας, ἶσον πρὸς ἑαυτὸν καὶ σύμφωνον ἐφυλάξατο. Καὶ ταῦτα μὲν τοιαῦτα τὰ ἔγγραφα. ἕτερον δὲ νομίμου συναφείας συμβόλαιον ἦν, αὐτοῦ δὴ τοῦ ἠγορακότος Μιχαὴλ συνάψαντος ἀνδρὶ τὴν αὐτοῦ θυγατέρα Μαρίαν, καὶ δεδωκότος εἰς προῖκα αὐτὸ δὴ τὸ τεθρυλλημένον προάστειον. ἄλλο δὲ εἶχε τὴν τοῦ πρωτοσπαθαρίου Στεφάνου τοῦ Ἰβηρίτζη γαμετὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν ἐπικυροῦσαν τῇ τοῦ Μιχαὴλ θυγατρὶ ᾗ ἐπροικίσθη τὸ κτῆμα, τὴν τοῦ ἀνδρὸς πρᾶσιν ἣν πρὸς τὸν ἐκείνης πατέρα πεποίηκε. χρόνος δὲ τούτῳ τῷ δικαιώματι ὁ ϛφκαʹ. καὶ ἕτερον, αὐτὴν τὴν Μαρίαν ἅμα τῶ οἰκείῳ ἀνδρὶ διαπωλήσασαν τοῦτο τῷ τοῦ μαγγλαβίτῃ πατρὶ τῷ Πικρίδῃ. καὶ ἐπεὶ τοῦτο ἐνόσει, ἑτέρῳ δικαιώματι τὸ νοσοῦν τεθεράπευτο. αὐτὴ γὰρ ἡ πρὸς τὴν πρᾶσιν παρανομήσασα, καὶ διὰ τὸν βοηθοῦντα νόμον εἰς τὴν ἀνάληψιν δικαιουμένη τοῦ κτήματος, ἀγῶνα μὲν δικαστηρίου μετὰ τὴν τοῦ ἀνδρὸς ἀποβίωσιν κατὰ τοῦ Πικρίδου ἐκρότησε, πρὶν ἢ δὲ ἐξενεχθῆναι ἀπόφασιν νομίσματά τινα παρ' αὐτοῦ λαβοῦσα, καθαρῶς διελύσατο. ἐπὶ δὲ τῇ διαλύσει παρ' αὐτοῦ δὴ τοῦ δικάζοντος ἀπελύθη ὑπόμνημα· μεθ' ὃ ἡ αὐτὴ πάλιν δευτέραν ἔννομον πρᾶσιν τοῦ κτήματος πρὸς τὸν αὐτόν Πικρίδην ἐξέθετο, μεθ' ὃ καὶ ἕτερά τινα δικαιώματα προβεβήκασι παρέλκοντα τῇ γραφῇ. Τί γὰρ χρὴ εἰς ἀπέραντον γενεαλογεῖν τοὺς τὸ κτῆμα διαδεξαμένους, μᾶλλον δὲ ἀπαριθμεῖσθαι τὰ ἔγγραφα; ἀλλ' ὁ ἐνάγων Ἰβηρίτζης ἐθελοκακῶν μέν, εὐφυῶς δέ τινος ἀντελαμβάνετο πράγματος· ἀναποδίζων γὰρ εἰς τὸν χρόνον καθ' ὃν τὸ χρυσόβουλλον γένοιτο, καὶ συγκρούων αὐτὸν τῷ χρόνῳ τῆς πράσεως, ὑποψίαν τινὰ πλαστογραφίας τούτῳ προσέπλαττε. τὸ μὲν γὰρ προάστειον πέπρατο εἰς τὸ ϛφθʹ ἔτος, ὁ δὲ χρυσόβουλλος λόγος γεγένητο κατὰ τὸ ϛφιεʹ. ἐπελαμβάνετο οὖν ὁ ἐνάγων τῆς πράσεως ὡς πλαστῆς. πῶς γὰρ ἦν εἰκὸς πωλεῖν τὸν πάππον αὐτοῦ ὃ μήπω διὰ τῆς χρυσοβούλλου δωρεᾶς εἴληφε; καὶ οὐ μικράν τινα ταραχὴν καὶ θόρυβον παρεισήγαγε τῷ δικαστηρίῳ μέχρις ἂν ἡ ἀκριβεστέρα τοῦ χρυσοβούλλου ἀνάγνωσις τὸ ταράττον κατεύνασε. πρὶν ἢ γὰρ προβῆναι τὸ χρυσόβουλλον, τὸ κτῆμα τῷ Ἰβηρίτζῃ οὐ διὰ χρυσοβούλλου, ἀλλὰ διὰ πιττακίου δεδώρητο κατὰ τὸ ϛφδʹ ἔτος· μεθ' ὃ δὲ τούτου τούτῳ τῷ τρόπῳ ἐδέσποσε, προέβη τὸ χρυσόβουλλον. ἡ δὲ πρᾶσις μέση πως ἦν τῶν διττῶν καὶ διαλλαττουσῶν κατὰ τὸν τρόπον δωρεῶν. καλῶς οὖν ὁ Ἰβηρίτζης τὸ κτῆμα ἐπώλησε· καὶ αὐτὸ δὲ τὸ χρυσόβουλλον μετὰ τὴν τοῦ Ἴβηρος γέγονε τελευτήν. ὁ γὰρ πατρίκιος ἐκεῖνος ὁ Ξιφίας, γαμβρὸς ἐπὶ θυγατρὶ ὢν τοῦ Ἴβηρος ἐκείνου, ἐπεὶ οὗτος μὲν ἐξ ἀνθρώπων ἠφάνιστο, ἡ δὲ ἐκείνου σύμβιος ἔτι τῷ βίῳ περιῆν, ἐπικυρῶν οὗτος τῇ πενθερᾷ, αἰτεῖται τὸν