γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν ὁμολο 28.23.194 γίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας. οὐκ ἔλατ τον δὲ τούτου καλὸν καὶ τὸ μὴ διδόναι ἀφορμὴν τῷ τηλικούτῳ πειρασμῷ, ἀλλὰ παντὶ τρόπῳ περιΐστασθαι αὐτόν, οὐ μόνον διὰ τὸ περὶ τῆς ἐν αὐτῷ ἐκβάσεως ἄδηλον ἡμῖν, ἀλλὰ καὶ ἵνα μὴ ἡμεῖς πρόφασις γενώμεθα τοῦ ἁμαρτωλοτέροις γενέσθαι καὶ ἀσεβεστέροις τοῖς οὐκ ἂν μὲν τῷ ἔργῳ τοῦ ἡμῶν ἐκκεχύσθαι τὸ αἷμα γενομένοις ἐνόχοις, εἰ τὰ παρ' ἑαυτοὺς ποιοῦντες ἐξεκλίνομεν τοὺς μέχρι θανάτου ἡμῖν ἐπιβουλεύοντας, ἐσομένοις δὲ ἐν πλείονι καὶ βαρυτέρᾳ κολάσει παρ' ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκοποῦντες ἐπι διδῴημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι, οὐ τῆς ἀνάγκης εἰς τοῦτο κατα 28.23.195 λαβούσης. εἴπερ γὰρ καὶ ὁ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δι' αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ ὁ παρὸν ἐκ κλῖναι, ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχὶ καὶ περὶ τῆς ἐκείνου ἁμαρτίας δώσει λόγον, κἂν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἀνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ 28.23.196 ὑπ' αὐτοῦ σωτῆρι; ὅτι δὲ ἡμῶν ἕνεκεν τὰ τοιαῦτα γέγραπται, ἵν' ἡμεῖς, παράδειγμα ἔχοντες τὸν Ἰησοῦν, καὶ ἐν τοῖς τοιούτοις αὐτοῦ μιμηταὶ γινώμεθα, παραστήσει ἡ λέγουσα γραφή· «Ἐζήτουν οὖν αὐτὸν «πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐλη 28.23.197 «λύθει ἡ ὥρα αὐτοῦ». ὡς γάρ, κατὰ τὸ ῥητὸν τοῦτο, διὰ τοῦτο οὐ δεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα παρόντα καὶ μὴ φεύγοντα, ἐπεὶ μήπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, οὕτως καὶ χωρὶς τοῦ ἀναχωρεῖν, ἐν τῷ καιρῷ τοῦ μηδέπω αὐτοῦ ἐφεστηκέναι τὴν ὥραν, οὐκ κατε 28.23.198 σχέθημεν ἂν ἡμεῖς. διόπερ ἀκουστέον οὐ μόνον τοῦ «Ἐὰν διώ «κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν» καὶ τῶν ἑξῆς, ἀλλὰ καὶ ὅτι ἡνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν 28.23.199 Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, τὸ εὐλόγιστον τηρῶν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' οὐδὲ εἰς ἄλλην πόλιν 28.23.200 ἀνεχώρησεν ὄχλων πεπληρωμένην, ἀλλά τινα ἀνακεχωρηκυῖαν. γέ γραπται γάρ· «Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς «Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, 28.23.201 «εἰς Ἐφραῒμ λεγομένην πόλιν». καὶ οὐ μόνος γε ἐκεῖ ἀπελήλυθεν, ἀλλὰ μηδεμίαν ἀφορμὴν διδοὺς τοῖς ζητοῦσιν αὐτὸν καὶ τοὺς μα θητὰς μεθ' ἑαυτοῦ παρείληφεν καὶ «ἐκεῖ ἔμεινεν μετὰ τῶν μαθη 28.23.202 «τῶν». τοιοῦτόν ἐστιν καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον γεγραμμένον, ὅτε «Ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·» καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καφαρ «ναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ», καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὑπὲρ τοῦ μὴ παρ' ἑαυτὸν τοῦτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὑρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ· «Ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν «Κεδρών, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ 28.23.203 «αὐτοῦ». οὕτω δὲ ἀνεχώρει κατ' ἐκεῖνο καιροῦ καὶ οὐκ ἐδημοσίευεν, ὡς δεῖσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, βουλομένους αὐτὸν συλλαβεῖν, τοῦ Ἰούδα, διὰ τὸ μεμαθητεῦσθαι αὐτῷ περιεργαζομένου 28.23.204 καὶ τοὺς τόπους τῆς ἀναχωρήσεως αὐτοῦ. διὸ τότε «Ἰούδας λαβὼν «σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται 28.23.205 «ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων». κατὰ τοῦτον δὲ τὸν τόπον τοῦ εὐαγγελίου δηλοῦται ὅτι εἰ μὲν ἐβούλετο μὴ ἁλῶναι, οὐκ ἂν κατεσχέθη· κατεσχέθη δὲ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπή 28.23.206 κοος τοῖς κατέχουσιν καὶ μέχρι τοῦ σταυροῦ. ὁπότε γοῦν ἐξῆλθεν, καὶ λέγει τοῖς ἐλθοῦσιν εἰς τὸν κῆπον· «Τίνα ζητεῖτε; ἀπεκρίθησαν «αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον»· καὶ ὡς