δύναμιν, ἐπιτελέσας μιαρὰς θυσίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης. ᾐτήσατο δὲ τὸν βασιλέα σπεῖσαι εἰρήνην ἢ τὸ δόρυ αὐτοῦ πῆξαι ἐν τῇ Χρυσῇ πόρτῃ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου τοῦτο, ὑπέστρεψεν εἰς τὴν ἰδίαν σκηνὴν θαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτακτον τοῦ βασιλέως παράταξιν. ἐπὶ σύμβασιν εἰρήνης τρέπεται πειραστικοὺς λόγους ποιούμενος. ὁ δὲ βασιλεὺς ἠφορμῆς δραξάμενος ἐπειράθη αὐτὸν λοχῆσαι, ἀλλ' εἰς 208 πέρας ἀγαγεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πληξάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγόντων πληγήν. ἐπὶ τοῦτο μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας ἵππους ἐν τῷ ἁγίῳ Μάμαντι τὸ ἐκεῖσε παλάτιον ἐνέπρησε, καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάροις καλλίστοις ἐν ἁμάξαις φορτώσας ὑπέστρεψεν, περικαθίσας τὴν Ἀδριανούπολιν· καὶ ταύτην ἑλών, πολλοὺς δὲ τῶν εὐγενῶν Μακεδόνων μετὰ λαοῦ πλείστου διαπεράσας, κατεσκήνωσεν ἐν τῷ ∆ανουβίῳ ποταμῷ. ὁ δὲ Λέων μετὰ δύο χρόνους τῆς αὐτοῦ βασιλείας μανείς, καὶ τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξορίσας, Θεόδοτον πατριάρχην ἀντιχειροτονεῖ, ἄλογον ἄνδρα καὶ ἰχθύων ἀφωνότερον, καὶ διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. ἐφ' οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν σεληνῶν ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχήματα, ὡς εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι. καὶ μέντοι καὶ σεισμοὶ φοβεροὶ καὶ αὐχμοὶ καὶ φλογώσεις γεγόνασιν ἐπὶ τῶν ἡμερῶν τοῦ θεοστυγοῦς. ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον, ἤρξατο τῆς αἱρέσεως· εἶτα συμμύστας ἐπιζητήσας εὗρεν Ἰωάννην τὸν λεγόμενον Γραμματικόν, μᾶλλον δὲ Ἰωάννην ἄλλον ἢ Σίμωνα, ἐπί τε λεκανομαντείαις καὶ 209 γοηταίαις καὶ αἰσχρουργίαις διαβεβοημένον, καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ. προσκαλεῖται οὖν Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους ἐνώπιον τῆς συγκλήτου, καὶ φησίν "ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας." εὐθὺς δὲ ὁ ἱερὸς Εὐθύμιος Σάρδεων παρρησιασάμενος ἐκ τῆς θείας γραφῆς ἐπετίμησεν τὸν ἀλιτήριον, μεθ' ὃν καὶ Θεόδωρος ὁ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος, τῶν Στουδίου ἡγούμενος, ἔφη "μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν· σοὶ μὲν γὰρ ἡ τῆς πολιτείας κατάστασις καὶ ἡ τοῦ στρατοῦ ἐπιστεύθη· τούτων φρόντιζε, καὶ τὴν ἐκκλησίαν ἔασον μένειν ἐν ὀρθοδοξίᾳ." ὁ δὲ τύραννος τούτων ἀκούσας, ὑπερζέσας τῷ θυμῷ καὶ λεόντειον ὁ πιθήκειος βρύξας, καὶ πάντας μεθ' ὕβρεως ἀπελάσας, καὶ τὸν μέγαν Νικηφόρον τῆς πόλεως ἐξεώσας καὶ περιορίσας, ὡσαύτως καὶ Θεόδωρον τὸν Στουδίου ἐξορίσας, Θεόδοτον τὸν Κασσιτερὰν τῷ πατριαρχείῳ ἀπεκατέστησεν. ἔκτοτε οὖν τὸν θυμὸν καὶ τὸν δόλον τῆς ψυχῆς αὐτοῦ ἐκχέας τοῖς συμμύσταις αὐτοῦ ἀσελγέσιν ἑαυτὸν κατεπίστευσεν· οἵ τινες ἐπεὶ αὐτῷ προσῳκειώθησαν, τρία ὑπέθηκαν αὐτῷ τὰ ὑποσχημένα καὶ αὐτῷ στεργόμενα, τῆς ὀρθοδόξου πίστεως ἡμῶν τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν. ταύταις οὖν ταῖς ἀπάταις προσθεὶς ὁ ματαιόφρων, ἀναπτερωθεὶς ὁ δείλαιος τῇ ταλαιπώρῳ ὁρμῇ, πρῶτα 210 μὲν καθαιρεῖ πᾶσαν ἱερὰν τῆς ἐκκλησίας ἀναστήλωσιν, κἀντεῦθεν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνας Χριστοῦ ἤ τινος ἁγίου δειναῖς τιμωρίαις καὶ θανάτῳ κατεδίκαζεν, καὶ πολλοὺς ἐνδόξους καὶ περιφανεῖς πεφόνευκεν. Μιχαὴλ δὲ ὁ τὴν τοῦ ἐξκουβίτων τάγματος ἀρχὴν διέπων διεβλήθη τῷ βασιλεῖ ὡς κατ' αὐτοῦ βουλευόμενος· ὃν εἱρκτῇ πέδαις εἶχεν τηρούμενον. τῆς δὲ γενεθλίου τοῦ σωτῆρος ἡμῶν ἐνστάσης τοῦτον ἠβουλήθη τῇ νυκτὶ ἀνελεῖν. κωλυθεὶς δὲ παρὰ τῆς ἰδίας γυναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. ὁ δὲ Μιχαὴλ ἐν τῇ εἱρκτῇ ὤν, τοῦτο μαθών, πᾶσι τοῖς μετ' αὐτοῦ συμβούλοις ἐμήνυσεν ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ὑμᾶς καταμηνύω τῷ βασιλεῖ. ἦν δὲ μετ' αὐτῶν καὶ ὁ τοῦ παλατίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. οὗτοι τῇ νυκτὶ ὁπλισθέντες, ἔνδοθεν τὰ ξίφη