67
σωφροσύνην καὶ τὴν τοῦ φυτοῦ λυσσώδη περιπλοκὴν καὶ τὴν τῆς Κόρης ὑπὸ τοῦ Πλούτωνος ἁρπαγὴν καὶ τῆς ∆ηοῦς τὸν πλάνον; ταῦτα γὰρ ἅπαντα καὶ ποιηταὶ μυθολογοῦσι καὶ θεολόγοι κρατύνουσι καὶ φιλόσοφοι σεμνολογοῦσι καὶ σεμνότητα μὲν αὐτοῖς τινα περιτιθέναι φιλονεικοῦσι, καταγελαστοτέραν δὲ τῶν μύθων ἀλληγορίαν προσφέρουσιν. Τούτοις καὶ ἑορτὰς καὶ πανηγύρεις 7.10 καὶ δημοθοινίας ἐπιτελεῖν ὁ τῶν ἀνθρώπων ἀλάστωρ ἐνομοθέτησε· Πάνδια μὲν τῷ ∆ιῒ καὶ ∆ιάσια, καὶ Ἥραια τῇ Ἥρᾳ, καὶ τῇἈθηνᾷ Παναθήναια, καὶ ∆ιονύσῳ ∆ιονύσια, καὶ Ἐλευσίνια καὶ Θεσμοφόρια τῇ ∆ηοῖ, καὶ ∆ήλια καὶ Πύθια τῷ Ἀπόλλωνι· καὶ τοῖς ἄλλοις δὲ ἅπασι- πολὺς γὰρ ὁ τούτων ὅμιλος-ἀπε κλήρωσε πανηγύρεις, ἑκάστῳ τῶν δαιμόνων ἐκ τῆς προσηγορίας ὀνομάσας τὴν ἑορτήν, Ἕρμαια καὶ Κρόνια καὶ Ποσειδώνια καὶ Ἡράκλεια καὶ Ἀσκλήπια καὶ Ἀνάκια. Οὐ γάρ τοι μόνον τοῖςκαλουμένοις θεοῖς, ἀλλὰ καὶ ἀνθρώποις τόδε τὸ σέβας ἀπένειμαν. 7.11 Ἐν δὲ ταύταις ταῖς ὁμηγύρεσι πᾶν εἶδος ἀκολασίας ἀδεῶς ἐτολμᾶτο. Καὶ γὰρ αἱ τελεταὶ καὶ τὰ ὄργια τὰ τούτων εἶχεν αἰνίγ ματα, τὸν κτένα μὲν ἡ Ἐλευσίς, ἡ Φαλλαγωγία δὲ τὸν φαλλόν. Ἀτὰρ δὴ καὶ δίχα τῶν αἰνιγμάτων τὰ παρὰ τῶν ὀργιαστῶν δρώ 7.12 μενα εἰς πᾶν εἶδος ἀσελγείας τοὺς ὁρῶντας ἠρέθιζεν. Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου 7.13 παιδὸς παιδαγωγὸν καλούμενον; τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα 7.14 ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον. Σφόδρα γὰρ αὐτοὺς χαίρειν οἱ ποιηταί φασι τῇ λοιβῇ καὶ τῇ κνίσῃ καὶ τοῦτο ἔχειν γέρας αὐτοὺς εἰρηκέναι λέγουσι· διά τοι τοῦτο καὶ πρὸς τὰς τῶν Αἰθιόπων θυσίας ἀποδημεῖν καὶ τὸν Ἕκτορα πάσης ἀξιοῦν τημελείας, ὅτι δὴ οὔποτε αὐτῶν τὸν βωμὸν ἐνδεᾶ θυσίας κατέλιπεν. Καὶ ὁ Χρύσης δὲ τὸν Ἀπόλλω οὐ δικαιοσύνης καὶ σωφροσύνης, ἀλλὰ τῶν πιόνων ἀναμιμνήσκει μηρῶν καὶ τῶν αἰγῶν καὶ τῶν ταύρων καὶ τῶν στεμμάτων, οἷς που τὸν νεὼν κα 7.15 τεκόσμησεν. Οὕτως αὐτοῖς ἥδιστος ἦν ὁ καπνὸς καὶ τῆς κνίσης ἡ δυσοσμία, καὶ ἀτεχνῶς τοῖς μαγείροις ἐῴκεσαν. Ἀλλὰ γὰρ οὐκ ὀρθῶς αὐτοὺς τοῖς ὀψοποιοῖς ἀπεικάσαμεν. Οὗτοι μὲν γὰρ τῶν ἄριστα ἐσκευασμένων καὶ ὀσφραίνονται καὶ ἀπογεύονται ὄψων, ἐκεῖνοι δὲ ὀστῶν ἐμπιπραμένων τὴν δυσοσμίαν ἐδέχοντο. Καὶ ἡμῶν μὲν ἕκαστος, εἰ βραχύ τι τούτων εἰς ἐσχάραν ἐμπέσοι, δυσχεραίνει καὶ τὰς ῥῖνας ἐμφράττει καὶ τὴν δυσώδη ὀδμὴν ἀπο πέμπεται· οἱ δέ, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἀπολαύοντες, τῆς τῶν καιομένων ὀστῶν δυσοσμίας ἐξήρτηντο. 7.16 Ταῦτα δὲ τυχὸν καὶ αὐτοὶ περὶ τοῦ ὄντος Θεοῦ καὶ ἀεί γε ὄντος φάναι τολμήσουσιν, ἐπειδὴ τῶν μὲν περὶ θυσιῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων ἐπαΐουσι νόμων, τὸν δὲ τοῦ νομοθέτου παντε λῶς ἀγνοοῦσι σκοπόν. Ἐν γὰρ δὴ τῇ Αἰγύπτῳ πλεῖστον ὅσον τὸν Ἰσραὴλ διατρίψαντα χρόνον καὶ τὰ πονηρὰ τῶν ἐγχωρίων εἰσδεξάμενον ἔθη καὶ θύειν εἰδώλοις καὶ δαίμοσι παρ' ἐκείνων μεμαθηκότα καὶ παίζειν καὶ χορεύειν καὶ ὀργάνοις μουσικοῖς ἐπιτέρπεσθαι, τούτων ἐν ἕξει γενόμενον ἐλευθερῶσαι θελήσας, θύειν μὲν ξυνεχώρησεν, ἀλλ' οὐ πάντα θύειν, οὐδέ γε τοῖς ψευ δωνύμοις Αἰγυπτίων θεοῖς, ἀλλ' αὐτῷ μόνῳ τοὺς Αἰγυπτίων προσφέρειν θεούς· ἐθεοποίουν γάρ τοι πάλαι ποτὲ καὶ τὸν βοῦν Αἰγύπτιοι καὶ τὸ πρόβατον καὶ τὴν αἶγα καὶ τὴν περιστερὰν καὶ τὴν τρυγόνα καὶ ἄλλα ἄττα τῶν οὐκ ἐδωδίμων, ἀλλ' ἀκαθάρτων 7.17 καλουμένων. Ἵνα τοίνυν μὴ δυσχεραίνωσιν, ὡς τῶν ἐθῶν ἐκεί νων πάμπαν κεκωλυμένοι, τὸ μὲν τοῖς οὐκ οὖσι θεοῖς ἀπηγό ρευσε θύειν, αὐτῷ δὲ θύειν ἐνομοθέτησε τὰ πρώην παρ' αὐτῶν προσκυνούμενα, ἐκ μὲν τῶν χερσαίων τὴν αἶγα καὶ τὸν βοῦν καὶ τὸ πρόβατον, ἐκ δὲ τῶν πτηνῶν τὴν τρυγόνα καὶ τὴν περισ τεράν· ἥμερα δὲ δήπου καὶ φιλάνθρωπα καὶ ταῦτα κἀκεῖνα τὰ 7.18 ζῷα. Τόδε τὸ φάρμακον ὁ πάνσοφος ἰατρὸς