67
ἀπήλαυσεν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος. Ἐν μέσοις γὰρ ὑποληφθεὶς τοῖς δεινοῖς, τῆς σωτηρίας τετύχηκεν. Οὕτως ὁ μέγας Ἑλισσαῖος κυκλώσαντας τοὺς Σύρους διέ φυγεν, ἀχλὺν αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιπάσας. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. κβʹ. "Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς." Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκε τοῦτο· Εὐλογητὸς Κύριος ὁ παραδοξάσας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμέ νῃ. Οὕτω γάρ με, φησὶ, περιέβαλέ τε καὶ περιέφραξε τῇ οἰκείᾳ φιλανθρωπίᾳ, ὡς πόλιν ὀχυρῷ περιβόλῳ περιφράττουσιν οἱ οἰκήτορες. κγʹ. "Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ." Ὤμην δὲ, φησὶ, τῇ ἁμαρ τίᾳ περιπεσὼν, πόῤῥω τῆς σῆς γεγενῆσθαι κηδε μονίας· ἀλλὰ τοὺς ταπεινούς μου θεασάμενος λό γους, οὐ παρεῖδες δεόμενον. Ἔκστασιν δὲ εἰκό τως τὴν ἁμαρτίαν ἐκάλεσε. Τὴν γὰρ τῆς δικαιοσύ νης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης, καὶ ἐξετράπη· προσέπταισε δὲ, καὶ περιέπεσε τοῖς ὠμοβόροις λῃσταῖς. Καὶ τοῦτο αὐτὸ δείκνυσι τὴν τοῦ ∆αβὶδ ἀρετήν. Οὐ γὰρ ἐθὰς ἦν τῆς ἁμαρτίας, ἀλλ' ἔξω μι κρὸν τῆς οἰκείας γενόμενος προαιρέσεως, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν. Ἐντεῦθεν ἐπὶ παραίνεσιν μετα φέρει τὸν λόγον, ἐκ τῶν κατ' αὐτὸν τὴν θείαν ὑπο δεικνὺς φιλανθρωπίαν καὶ πρόνοιαν. κδʹ. "Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν." Προσήκει, φησὶν, ὑμᾶς ἅπαντας, τοὺς τὴν θείαν ὁδὸν ὁδεύειν προαι ρουμένους, ἐκθύμως ἀγαπᾷν τῶν ὅλων τὸν πρύτανιν, οἷόν τινι κανόνι τῇ ἀληθείᾳ χρώμενον, καὶ τοὺς ἄμε τρον ἀλαζονείαν κεκτημένους κολάζοντα. Οὐχ ἁπλῶς γὰρ εἶπε, τοῖς ποιοῦσιν ὑπερηφανίαν, ἀλλὰ, τοῖς περισσῶς ποιοῦσιν. Ἱκανὸν γὰρ καὶ τοῦτο τὴν θείαν ἀγαθότητα δεῖξαι. Φέρει μὲν γὰρ τοὺς οὕτω πως μείζονι φρονήματι κεχρημένους· τοὺς δὲ τυφουμένους, καὶ ἀπλήστως ἐξογκουμένους, ταῖς καταλλήλοις παραδίδωσι τιμωρίαις. κεʹ. "Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Ταῦτα τοίνυν εἰδότες οἱ τῇ ἐλπίδι τῇ θείᾳ τὸν παρόντα διαπλέον τες βίον, κρατύνατε τῇ ἀνδρίᾳ τὰς ὑμετέρας 80.1088 ψυχὰς, καὶ τοῖς τοῦ κυβερνήτου πείθεσθε νεύμασι, φερομένοις ὡς ἂν ἐκεῖνος ἰθύνῃ. Αὕτη δὲ καὶ ἡμῖν ἁρμόδιος ἡ παραίνεσις, τὴν δι' ἐλπίδος παραψυ χὴν κεκτημένοις.
ΕΡΜΗΝ. ΤΟΥ ΛΑʹ ΨΑΛΜΟΥ. αʹ. "Τῷ ∆αβὶδ συνέσεως." Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας· καὶ
οὗτος γὰρ μετὰ τὴν ἁμαρτίαν ἐν ἐκείναις ἐῤῥήθη ταῖς συμφοραῖς. Τοῖς δὲ προφητικοῖς ὀφθαλμοῖς προορῶν τῆς καινῆς διαθήκης τὴν χάριν, καὶ τὴν διὰ τοῦ παναγίου βα πτίσματος χορηγουμένην τοῖς πιστεύουσιν ἄφεσιν, μακαρίζει τούτους, ἅτε δὴ δίχα πόνων τὴν τῶν ἁμαρτάδων δεχομένους ἀπαλλαγήν· καί φησιν ἀρξάμενος τοῦ ψαλμοῦ· "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπ εκαλύφθησαν αἱ ἁμαρτίαι. [βʹ] Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος." Ὀδυρμοῖς ἐγὼ καὶ δά κρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ ∆εσπότου φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλιπεῖν. γʹ. "Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν." Ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, οὐ παραχρῆμα τοῖς τῆς μετανοίας φαρμάκοις ἐχρήσατο, ἀλλὰ μετὰ τὸν ἔλεγχον τοῦ Νάθαν. Τοῦτο τοίνυν ἐνταῦθα βοᾷ· Ἐπειδὴ παραυτίκα δεξάμενος τὴν πληγὴν, οὐχ ὑπέδειξα τὸ ἕλκος τῷ ἰατρῷ, ἀλλ' ἐσίγησα τοῦτο κρύ ψαι πειρώμενος, κατεγήρασα βοῶν, καὶ τῆς