67
εὐαγγελίου διωγμοὺς καὶ φυλακὰς ὑπομείναντας; οὐδὲν ἢ τὸ σταυρῶσαι καὶ θανατῶσαι. μὴ αὐτοῖς λογισθῇ ὁ σύνδεσμος τῆς ἀνομίας, ἀλλ', ὡς εἴρηκας, μὴ φέροντες τὰς τῶν ὑποτασσομένων αὐτοῖς προσκρούσεις καὶ ὡς ἂν μὴ ἀνάψῃ αὐτοῖς φῶς ἀληθείας, ἀλλ' ἐν σκότει ἀγνοίας διαπορεύωνται, ἀποπέμπονται τοὺς ἀδελφοὺς ἡμῶν, μή πως λόγος ὅσιος ἀληθείας καὶ δικαιοσύνης ἀκουστὸς αὐτοῖς, ἤγουν ὑπομνηστικός, γένηται. οὐκ ἔσται, οὐδὲ μὴ μείνῃ ἡ βουλὴ αὐτῶν αὕτη, ἀλλ' ὁ λόγος τοῦ θεοῦ, ὃν πεπατήκασι, λαληθήσεται καὶ στερεωθήσεται εἰς αἰῶνα. ὁ οὐρανὸς γάρ, φησί, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καὶ πρὸς ταῦτα τίς ἱκανὸς ἀντιφέρεσθαι, εἰ μὴ ὁ τύραννος σατανᾶς καὶ οἱ τούτου ὑποφῆται, τὴν μοιχείαν οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ Χριστοῦ κεκυρωκότες, οἱ ματαιόφρονες ὄντως καὶ ἐχθίστατοι; Ἐπὶ τὰς ἐρωτήσεις σου τρεπτέον τὸν λόγον. ἔφης ἀνθ' ὅτου ὁ θεῖος Κύριλλος ᾠκονόμει μὴ ἀποσχίζεσθαι τῶν τῆς ἑῴας ἐν διπτύχοις ἀναφερόντων τὸν Θεόδωρον τὸν Μοψουεστίας, αἱρετικὸν ὄντα, ἐπὰν ὀρθότατα καὶ καιριώτατα τὰ τῆς εὐσεβείας δόγματα παρ' αὐτοῖς ἐσέσωστο· οὕτω γὰρ γέγραπται καὶ ὁ ὑπομνηματίζων ταῦτα, ὁ ἐν ἁγίοις Εὐλόγιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας, ἐν τῷ Περὶ οἰκονομίας αὐτοῦ λόγῳ, οὗ καὶ χρῆσιν ἐνεθέμεθα ἐν τῇ ὑφ' ἡμῶν πονηθείσῃ ἰδίως Περὶ τῆς καθόλου οἰκονομίας πραγματείᾳ. τὴν λύσιν οὖν αὐτὸς δέδωκεν ὁ καὶ ἱστορήσας (οὐ γάρ πω ἀλλαχόσε λέλεκται, καὶ ἱκανὸν μὴ ἐπιζητεῖν ἄλλο, σαφηνείας δὲ ἕνεκεν ἔστω τὰ παρ' ἡμῶν ἐχόμενα τῆς αὐτῆς ἐννοίας) ὅτι τῶν οἰκονομιῶν αἱ μὲν πρὸς καιρὸν γεγόνασι παρὰ τῶν πατέρων, αἱ δὲ τὸ διηνεκὲς ἔχουσιν. οἷον διηνεκὲς μέν, ὡς ἀντὶ τῶν ὑποστάσεων παραχωρεῖσθαι τὰ πρόσωπα πρὸς τοῦ Ἁγίου Ἀθανασίου τοῖς Ἰταλοῖς· πρὸς καιρὸν δέ, οἷον τοῦ ἀποστόλου ἐπὶ τῆς περιτομῆς, τοῦ Μεγάλου Βασιλείου ἐπὶ τοῦ Ἁγίου Πνεύματος, οἷον καὶ τὸ νῦν τοῦ θείου Κυρίλλου· ἃ μέχρι τινὸς καιροῦ γινόμενα, οὐδὲν ἔχει τὸ μεμπτὸν οὐδὲ τὸ κατά τι ἀπηχὲς καὶ ἔκνομον, ὑφειμένον δ' οὖν ὅμως καὶ οὐκ ἄγαν ἀκριβές· τοῦτο γὰρ ἡ οἰκονομία ἡ πρὸς καιρόν. μηδὲ γὰρ δυνατὸν ἰατρὸν τὸν ἠρρωστηκότα θᾶττον ἀπαλλάξαι τῆς νόσου μήτ' αὖ ἵππον ἀκρατῆ ἢ ξηρὸν πτόρθον τὸν μὲν εὐχάλινον, τὸ δὲ εὐθύτομον ἐξαυτῆς καταστήσασθαι, εἰ μὴ τοῖς κατὰ μικρὸν ποππυσμοῖς τε καὶ κολακεύμασι, μαλαγαῖς τε καὶ ἐπικλήσεσι χρώμενον τὸν τῶν τοιούτων ἐμπειρότατον. οὕτω κἀν τοῖς ἁγίοις ἐν ταῖς οἰκονομίαις, ὡς καὶ Κυρίλλῳ τῷ μεγάλῳ ἐν τῷδε· μικρὸν γὰρ πάντως ἀνέμενε τῶν ἀνατολικῶν τὸ βραδύνουν ἢ προσπαθὲς πρὸς τὸ αἱρετικὸν μὴ ὑπολαμβάνειν τὸν ὄντως αἱρετικόν. τί γὰρ ἦν ἄλλο τὸ μεσολαβοῦν, ἐπὰν ὀρθοδόξως ἐκήρυττον τὴν πίστιν κἀν τούτῳ αὐτὸν τὸν μνημονευόμενον αὐτοῖς ἀναθεματίζοντες; ἐπειδὴ πᾶς ὀρθοδοξῶν κατὰ πάντα πάντα αἱρετικὸν δυνάμει, κἂν οὐ ῥήματι, ἀναθεματίζει. ἔπειτα, ὅτε αὐτοῖς ἀνῆψεν ὁ τέλειος νοῦς, τότε αὐτοῖς συναφθέντος κατὰ πάντα τοῦ ἁγίου ἴσως. ἢ οὐχὶ καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦντες φαινόμεθα; ἔσθ' ὅτε τινῶν ὁμογνωμόνων ἡμῖν κατά τι διαφερομένων, ἔνθα οὐ πολὺ τὸ λυποῦν ἢ ἐξιστῶν τῆς ἀκριβείας, καὶ ὅμως καταδεχόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν, ἵνα μὴ διὰ μικρόν τι, μικρὸν ὕστερον δυνάμενον κατορθωθῆναι, ἀπολέσωμεν τὸ πᾶν· τοῦτο δὲ ἀτέχνων καὶ οὐ μυστηρίων θεοῦ οἰκονόμων. Τοιοῦτον μὲν τὸ πρὸς καιρὸν οἰκονομεῖν τοὺς λόγους καὶ τοὺς τρόπους ἐν κρίσει καὶ ἀληθείᾳ καὶ νόμῳ, ἀλλ' οὐκ ἐν παρανομίᾳ καὶ ψεύδει τὸ καθόλου. μὴ προβαλλέσθωσαν τὰς γλώσσας οἱ μοιχειανοὶ ἐνταῦθα, μηδὲ τὸν χειραγωγὸν κρημνιστὴν οἰέσθωσαν, μηδὲ τὸν κυβερνήτην καταποντιστήν, μηδ' αὖ τὸν ἰατρὸν νοσοποιόν· ᾧπερ αὐτοὶ ὡμοιώθησαν, τῷ μοιχῷ συμμοιχεύσαντες, τῷ μοιχοζεύκτῃ συζεύξαντες, τῷ θεοκατηγόρῳ συνθεοκατηγορήσαντες, τῷ εὐαγγελιολύτῃ συνευαγγελιολυττήσαντες κυνικῶς· οὕτω γὰρ φράσαι οἰκειότερον. ∆ιόσκορον δὲ ποῦ ἢ πῶς, τὸν Ἀλεξανδρείας αἱρετικόν, Κύριλλος ὁ θεῖος ἐδέξατο, ὥς φασιν οἱ μοιχειανοί, οἱ περὶ τὸ φῶς